Ancient Greek
222.4
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 222.4
Unproofread scanNot analysed yet
Ἐπεὶ δὲ ἐν ἀρχῇ παντὸς βιβλίου ταῦτα ζητεῖται, ὁ σκοπός, τὸ χρήσιμον, τίς ἡ ἐπιγραφή, εἰ τοῦ παλαιοῦ γνήσιον τὸ βιβλίον, τίς ἡ τάξις τῆς ἀναγνώσεως, τίς ἡ εἰς τὰ μέρη τομή, καὶ ἡμῖν ζητητέον. Σκοπὸς μὲν οὖν ἐστιν αὐτῷ ἐν τῷ τῶν στάσεων βιβλίῳ, περὶ τῆς εἰς κεφάλαια διαιρέσεως τῶν ῥητορικῶν ζητημάτων εἰπεῖν· ἀλλὰ πρῶτον μὲν περὶ τῶν ἀσυστάτων προβλημάτων φησί, δεύτερον δὲ περὶ τῶν συνεστῶτων διέξεων, ἃ καὶ ζητήματα λέγεται. καὶ τρίτον τὴν τούτων εἰς τὰ κεφάλαια ποιεῖται διαίρεσιν. Ἐκ δὲ τοῦ σκοποῦ καὶ ἡ εἰς τὰ μέρη τομὴ σεσαφήνισται· τέμνεται γὰρ τὸ ὅλον βιβλίον τῶν στάσεων εἰς τε τὰ ἀσύστατα καὶ συνεστάτα, καὶ εἰς τὴν τῶν συνεστηκότων διαίρεσιν. Τὸ δὲ χρήσι-