Ancient Greek
224.1
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 224.1
Unproofread scanNot analysed yet
ΜΑΞΙΜΟΥ ΤΟΥ ΠΛΑΝΟΥΔΟΥ χερεσί τῶν στάσεων δυνατὸν ἵσως τὰς λύσεις ἀνευρίσκειν φυσικῶς, εἰ καὶ μὴ μετὰ τάξεως, ἐν δὲ ταῖς συνεχευμέναις ἢ ἀπλῶς δυσχερεσιν οὐκέτι, οἷον ἐν συνεχευμένῳ. ὑποπτεύσας τις τὸν οἰκέτην ἐπὶ μοιχείᾳ τῆς αὐτοῦ γυ- 5 ναῖχος ἔδησε, δήσας ἀπεδήμησεν, ἐν τοῖς Θεσμοφορίοις ἔλυσεν ἡ γυνή, νόμου προστάττοντος, 7 μηδένα εἶναι ἐν τῇ ἑορτῇ δεσμώτην· εὑρέθη ὁ ἀνὴρ ἐπ’ ἐρημίας νεκρὸς ἀσχύλευτος, καὶ κρίνεται ἡ γυνὴ συνειδότος, ἐνταῦθα γὰρ οὐκ ἔστιν εἰδέναι κατὰ φύσιν, ποῖον δεῖ ζητεῖν, 10 δυοῖν ἐγκλημάτων ὄντων, μοιχείας καὶ φόνου· ἔστι δὲ καὶ τόδε πολυσχιδὲς τὸ ζήτημα· οἷον νόμος, μηδένα εἰσῃγεῖσθαι χρεῶν ἀποχοπὰς πολεμίων ἐπικειμένων· ἔκαυσέ τις τὰ συμβόλαια, ἐμιμήσαντο τοῦτον οἱ λοιποὶ· ἐξελθόντες οἱ χρεῶσται νενικήκασι τὸν πόλεμον· 15 ὁ γὰρ ἀπολογοῦμενος χέχρηται πρώτῳ τῷ ὅρῳ· τίνι γάρ, φησίν, ὁρίξεσθε τὴν παρονομίαν; οὐκ ἐν τῷ εἰσῃγήσασθαι; ἐγὼ δὲ οὐκ εἰσῃγησάμην, ἀλλ’ ἔκαυσα· δεύτερον τῇ ἀντιλήψει, ἐξουσίαν ἔχων τῶν ἐμῶν· τρίτῳ τῇ συγγνώμῃ, ὅτι τὸ μέλλον ἠγνόουν· πόθεν γὰρ ἠπιστάμην, 20 ὅτι ζηλωτὰς ἔξω τῆς ἐπιχειρήσεως; τέταρτον τῇ ἀντιστάσει· μᾶλλον ὠφέλησα τὴν πόλιν, διὰ γὰρ τὴν ἐμὴν οἱ χρεῶσται νενίκηκασι πρᾶξιν. Ἔστι δ’ αἱ πάλιν ἐπὶ ἑνὸς προβλήματος ἐννέα στάσεις ἐνδείξεσθαι· οἷον, ἐσεσύλητό τις πάντα τὰ ὄντα αὐτῷ χρήματα ὑπὸ πολεμίων 25 ἐπελθόντων, ἰδιωτικὰ χρήματα, χρεώστου ἀγνωμονοῦντος καὶ πολλάκις ἀπαιτηθέντος τὸ ὀφλημα, ἐν ἱερῷ κειμενα, συγχωρήσαντος τοῦ ἱερέως ὑφείλετο· καὶ τούτοις αὐτοῖς τὴν πατρίδα ἐκ τῶν πολεμίων ῥυσάμενος, ὑστερον ὑπὸ τοῦ χρεώστου κρίνεται· δῆλον γάρ, ὡς εἰ μὲν 30 παραιτησοῖτο τὸ πρόσωπον, ποιήσει μεταληψιν· οἷον χρεω-