Ancient Greek
223.1
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 223.1
Unproofread scanNot analysed yet
ΠΡΟΛΕΓΟΜΕΝΑ ΤΩΝ ΣΤΑΣΕΩΝ μον, ὅτι τῆς ῥητορικῆς τὸ μὲν ἐστὶν ἐξηγητικόν, τὸ δὲ λεκτικόν· οὐδέτερον οὖν τούτων εἰδέναι δυνατόν, ἀμύ-ητον ὄντα τοῦ παρόντος συγγράμματος. Διελεῖν μὲν γὰρ λόγον ἀρχαίων χωρὶς τέχνης ἀδύνατον· εἰπεῖν δὲ τι καινότερον ἔκτὸς τέχνης πάλιν ἀδύνατον, ἐνταῦθα δὲ φασι τινες ἄχρηστον εἶναι τὴν ῥητορικήν, ὡς περὶ καθολικῶν διαλεγομένην στάσεων, τὸ δὲ περὶ τῶν καθό-λου διαλέγεσθαι φιλοσόφων, ἀλλ’ οὐ ῥητόρων. Πρὸς δὴ τοῦτο φαμέν, ὅτι πᾶσα τέχνη καθολικοὺς μὲν τοὺς κανόνας καὶ τοὺς λόγους αὐτῆς ἔχει, μερικὰ δὲ τὰ ἀπο-τελέσματα· λέληθε δ’ αὐτούς, καὶ ὅτι διαφέρει τέχνη ἐμπειρίας· ἡ μὲν γὰρ ἐμπειρία τῶν μερικῶν ἀντέχεται, ἡ δὲ τέχνη καθολικοὺς ἔχει λόγους, ὥσπερ καὶ ἡ ῥητο-ρική. Τὴν δὲ διαφορὰν τούτων καὶ Πλάτων ἐν τῷ Μέ-νονι φησίν· „ὡσπερ γὰρ εἰ τὸν Δαίδαλον,“ φησίν, „ὑποθοίμεθα ποιῆσαι ἀνδριάντας δύο, ὧν ὁ μὲν ἕτερος πτερωτὸς ἐστι καὶ μεδιστάμενος, ὅπη τύχοι, ὁ δὲ ἕτε-ρος ἐπὶ βάσεως ἕστηκε καὶ διὰ τοῦτο ἔχει τὴν στάσιν βεβαίαν ἀεὶ καὶ ἀκίνητον, οὕτως ἡ μὲν ἐμπειρία τοῦ μερικοῦ ἀντιλαμβανομένη ἄμα τῷ ἀποτυχεῖν ἀφίπτα-σθαι πέφυκεν· ἡ δὲ τέχνη οὐχ οὕτως, ἀλλ’ ἔχουσα καθολικοὺς λόγους τὴν αἰτίαν ζητήσει, καὶ οὐχ εὐθὺς ἀπο-στήσεται. Ἔτι δὲ φασι μὴ χρήσιμον εἶναι τὸ βιβλί-ον τοῦτο διὰ ταῦτα· εἰ γὰρ, φασί, διδάσκει ἡμᾶς, πῶς ὑπὲρ ὧν ἐγκαλούμεθα, ἀπολογεῖσθαι μελλήσομεν, οὐδὲν πλέον ἡμῖν τῆς φύσεως δίδωσι· καὶ γὰρ ἐν τῷ στοχα-σμῷ οὐδὲν ἕτερον ἐφεῖ ὁ κατηγορούμενος, ἢ ὅτι οὐκ ἐφόνευσε, καὶ χρησεται πρὸς τοῦτο τισιν ἀποδείξεσιν, εἰ τοίνυν τοῦτο παρὰ τῆς φύσεως ἔχομεν, τοῦ τῆς τέχνης περιττόν. Λεκτέον οὖν, ὡς ἐν μὲν ταῖς ἀπλαῖς καὶ εὖ-