Ancient Greek
231.1 to 231.16
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 231.1-16
Unproofread scanNot analysed yet
ΠΡΟΛΕΓΟΜΕΝΑ ΤΩΝ ΣΤΑΣΕΩΝ ΠΩΣ ΕΠΙΓΝΩΣΟΜΕΘΑ ΤΑΣ ΣΤΑΣΕΙΣ. Ἐὰν ἄδηλον ἢ κατ’ οὐσίαν τὸ κρινόμενον, ποιεῖ στοχασμόν. Ἐὰν φανερὸν ἐν ἀδήλῳ ὀνόματι, ποιεῖ ὅρον. Ἐὰν ἐξουσίαν νόμου ἢ φύσεως ἢ τέχνης ἢ ἔθους 5 προβάληται, ποιεῖ ἀντίληψιν. Ἐὰν ἔκων τις ἐβλαψεν, ἐπ’ ἐλπίδι τῆς συμβαινού-σης εὐεργεσίας ποιεῖ ἀντίστασιν. Ἐὰν ἐγκαλῇ, ὡς ἀξίῳ παθεῖν τῷ πεπονθότι, ἀ πέπονθε, ποιεῖ ἀντέγκλημα. Ἐὰν τι τῶν δεόντων οὐκ ἐποίησεν, ὑπὸ νόμου ἢ προσώπου κωλυθεὶς, ποιεῖ μετάτασιν. Ἐὰν τι τῶν δεάντων φόβῳ ἢ ἄλλῳ πάθει ψυχῆς κι-νηθεὶς, ποιεῖ συγγνώμην. Ἐὰν τι δοκιμάζεται ἔγγραφον ἢ σκοπῆται περὶ τοῦ 15 μέλλοντος ἢ δωρεὰς ἀμφίβολος δόσις ἀδήλου καὶ ποιᾶς, ποιεῖ πραγματικήν. Ἐὰν νόμου διάνοιαν ἀντιτιθῇ τις τῷ ῥητῷ, ποιεῖ ῥητὸν καὶ διάνοιαν. Ἐὰν νόμον νόμῳ ἀντιτιθῇ τις, ἢ μέρος μέρει, ποιεῖ 20 ἀντινομίαν. Ἐὰν ἔγγραφον ἀγράφῳ παρατιθῇ τις, ποιεῖ συλλο-γισμόν. Ἐὰν περὶ τόνον ἢ διάστασιν συλλαβῶν ἀμφιβάλλη τις, ποιεῖ ἀμφιβολίαν. Ἐὰν περιστατικὸν αἰτιᾶται τι καὶ τῷ πράγματι συγχωρῇ, ποιεῖ μετάληψιν. Ἐὰν δὲ νόμῳ ἐρεῖδεται περὶ τοῦ πράγματος κε-λεύοντι, ποιεῖ τελείαν παραγραφήν. ΜΑΞΙΜΟΥ ΤΟΥ ΠΛΑΝΟΥΛΗ ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΤΟΥ ΕΡΜΟΓΕΝΟΥΣ ΤΕΧΝΗΝ.