Ancient Greek
232.4
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 232.4
Unproofread scanNot analysed yet
Πολλῶν ὄντων. Ἀληθῶς μὲν ἀποδίδωσι τὸν τῆς ῥητορικῆς ὄρον ὁ Ἑρμογένης· τέχνην μέντοι αὐτὴν εἶναι φανερῶς φησιν· ὁ δὲ ὁρισμὸς ἐστιν οὕτος· „τέχνη κἂν ταῖς βουλαῖς κἂν τοῖς δικαστηρίοις καὶ πανταχοῦ. “πλὴν ὅτι ἀντὶ τοῦ „τέχνη“ τὸν τῆς τέχνης προσέθηκεν ὁρισμὸν, καὶ οὕτω πως λέγει· „ῥητορικὴ ἐστὶ σύστημα ἐκ καταλήψεων ἐγγεγυμνασμένων πρὸς τι τέλος εὐχρηστον τῶν ἐν τῷ βίῳ κἂν ταῖς βουλαῖς, κἂν τοῖς δικαστηρίοις καὶ πανταχοῦ. “Διὰ μὲν γὰρ τοῦ „συνίστησι,“ τὸ σύστημα ἐμφαίνει, διὰ δὲ τοῦ „καταληφθέντα καὶ συγγυμνασθέντα“ τὸ ἐκ καταλήψεων ἐγγεγυμνασμένων, διὰ δὲ τοῦ „σαφῆ τε τὴν ὠφέλειαν παρεχόμενα τῷ βίῳ“ τὸ πρὸς τι τέλος εὐχρηστον τῶν ἐν τῷ βίῳ. Ἀληθῶς δὲ αὐτὴν ὁρίζεται διὰ Πλάτωνα, εὐλαβούμενος, ἀντιπίπτειν αὐτῷ διαβάλλοντι τὴν ῥητορικὴν, καὶ ἐμπειρίαν, εἴτουν ἄλογον τριβὴν ὀνομάζοντι, καὶ οὐ τέχνην· ὅμως μέντοι καὶ λεληθότως αὐτὴν ὁρίζομενος οὐκ ἔδεισε καὶ τέχνην προσεῖπεῖν. Ἐπεὶ δὲ πᾶς ὁρισμὸς ἐκ γένους καὶ συστατικῶν διαφορῶν σύγκειται, ἐστὶ κἀνταῦθα γένος μὲν τὸ σύστημα, τὸ δὲ ἐκ καταλήψεων ἐγγεγυμνασμένων καὶ τὰ λοιπὰ διαφορά· Πλαγία δὲ συντάξει