Ancient Greek
233.3 to 233.5
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 233.3-5
Unproofread scanNot analysed yet
β) Καὶ μεγάλων· πολλῶν εἰπῶν, ὅπερ ἦν πλήθους δηλωτικόν, καὶ τοῦ διακεκριμένου ποσού, τὸ μεγάλων ἐπήνεγκεν, ὅπερ ἐστὶ μεγέθους, καὶ τοῦ συνεχούς ποσού, δι’ ἀμφοτέρων τῶν τῆς ῥητορικῆς αὐξῶν ἐπαινον· προτάττεται δὲ τὸ διωρισμένον τοῦ συνεχούς, ἐπει- 20 δή τὸ μὲν ἀριθμητικῆς, τὸ συνεχὲς δὲ γεωμετρίας· προτέρα δὲ γεωμετρίας ἀριθμητική, καὶ ὡς συναναIROOUSA καὶ συνεισφερομένη. γ) Καὶ τέχνην ποιεῖ, ἀντὶ τοῦ ἀποκαθίστησιν, ἐπειδὴ πρὶν εὑρεθῆναι τοὺς συνιστῶντας κανόνας τὴν 25 ῥητορικὴν καὶ ἀξιοῦντας τέχνην ὀνομάζεσθαι οὐδὲ τέχνη ἦν αὕτη, ἀλλὰ φύσεως δεξιὰς ἔργον. κατὰ Πλάτωνα. δ) Καταληφθέντα· τούτεστι μετὰ λόγου γνωσθέντα, ἢ αἰσθήσει καὶ πείρᾳ γνωσθέντα, ἀλλ’ οὐ φαντασθέντα· τοῦτο δὲ λέγων βούλεται ἀναγκαίαν 30 καὶ χρησίμην ἀποδεῖξαι τὴν τέχνην. τῶν γὰρ τεχνῶν αἱ μὲν χρήσιμοι καὶ ἀναγκαῖαι, οἷον ἀρτοποιητική, ἰατρική, νομοθετική, ὧν ἄνευ οὐκ ἂν συσταίη ὁ βίος·