Ancient Greek
233.1
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 233.1
Unproofread scanNot analysed yet
ΜΑΞ. ΤΟΥ ΠΛΑΝ. ΣΧΟΛΙΑ ΕΙΣ ΣΤΑΣ. ἐχρήσατο, ἡ διὰ τὸ λαθεῖν ὁριζόμενος, οἱ γὰρ ὅροι διὰ τῆς εὐθείας τῆς καὶ ὀνομαστικῆς προφέρονται, διὰ γὰρ μόνης ταύτης αἱ φύσεις τῶν πραγμάτων δηλοῦνται, ἢ ὅτι αἱ μὲν εὐθεῖαι μιᾶς περιόδου εἰσὶν ἀναπληρωτικαί, οἷον ἐγὼ περιπατῶν, ὁ τοῖχος ἔπεσεν· αἱ δὲ πλάγαιαι 5 ἐξελκυστικαί εἰσιν ἑτέρων νοημάτων, οἷον εἰ εἴποιμι, ἐμοῦ περιπατοῦντος, μένει γὰρ ἀτελὲς τὸ ἐνθύμημα· ἄχρις οὗ ἐπενέγκωμεν τὴν ἀπόδοσιν. ‘Ἴν’ οὖν δύο ἐνθυμήματα, τὸ τε „πολλῶν ὄντων καὶ μεγάλων,“ καὶ τὸ „μέγιστον εἶναι μοι δοκεῖ,“ περιλάβῃ μιᾷ περιόδῳ, τῇ 10 πλαγίᾳ ἐχρήσατο. Πολλῶν δὲ φησι βιβλίων τῶν περὶ προγυμνασμάτων, σταάσεων, εὐρέσεων, ἰδεῶν, μεθόδου δεινότητος, ἢ προοιμίων, διηγήσεων, ἀγώνων, ἐπιλόγων, φράσεων, σχημάτων, κεφαλαίων, ἐπιχειρημάτων, ἐνθυμημάτων, τῶν εἰδῶν αὐτῆς τῆς ῥητορικῆς.