Ancient Greek
236.3 to 236.5
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 236.3-5
Unproofread scanNot analysed yet
ι) Καὶ ἀποδείξεως· διότι ἐν αὐτῷ περὶ τοῦ ἀγω- 20 νιστικοῦ μέρους τοῦ λόγου μανθάνομεν, τὰ γὰρ κεφάλαια τῶν ἀγῶνων, ὧν ἴδιον ἡ ἀπόδειξις, ὥσπερ καὶ τῶν ἐπιλόγων ἡ αὔξησις. ια) Τῶν πολιτικῶν ζητημάτων· πολιτικὰ ζητήματα καλεῖ πάντα τὰ ὑπὸ τὰς δεκατρεῖς ἀναγόμενα 25 στάσεις· πολιτικὸν δὲ τὸ ῥητορικὸν πρὸς ἀντιδιαστολὴν τῶν φιλοσόφων. ιβ) Εἰς τὰ λεγόμενα κεφάλαια· λεγόμενα τὰ παρὰ τοῖς ἀρχαίοις οὕτω καλούμενα· κεφάλαια δὲ, ἐκ μεταφορᾶς τῆς κεφαλῆς· ὡς γὰρ ἐκείνη περιεκτικὴ τῶν 30 αἰσθήσεων, οὕτω καὶπᾶν κεφάλαιον ῥητορικὸν περιεκτικόν