Ancient Greek
237.1
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 237.1
Unproofread scanNot analysed yet
ΣΧΟΛΙΑ ΕΙΣ ΣΤΑΣΕΙΣ ἔστιν ἐπιχειρημάτων, ἑργασιῶν, ἐνθυμημάτων, ἐπενθυμημάτων καὶ πλαστῶν. ιγ) Ὁ αὐτὸς σχεδόν. διὰ μὲν τοῦ „ὁ 17 αὐτὸς“ τὴν κοινωνίαν ἔδειξε· διὰ δὲ τοῦ „σχεδόν“ τὴν διαφοράν, κοινωνεῖ μὲν γὰρ, ἐπειδὴ τὸ περὶ εὐρέσεως περὶ τῶν ἐνθυμημάτων καὶ τῶν παραδειγμάτων ἐστίν, ἐξ ὧν, ὡς ἐκ τόπων, συνίστανται τὰ κεφάλαια· διαφέρει δέ, ὅτι τὸ περὶ εὐρέσεως ἀναπληρωτικὸν τοῦ περὶ τῶν στάσεων, εἴτουν τῶν 18 κεφαλαίων.