Ancient Greek
241.4
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 241.4
Unproofread scanNot analysed yet
α Ἐφ’ οἷς τις αὐτός· εἰκῶς τούτῳ τὴν πρώτην τάξιν ἀπένειμε· διαβεβαιοῦμεθα γὰρ ἐνταῦθα ὑπὲρ τῆς ἡμῶν αὐτῶν γνώμης, καὶ ἢ μίαν ἐροῦμεν ἀπολογίαν ἢ πολλάς, οὐκ ἐναντιουμένας ἀλλήλαις, ἐν δὲ τοῖς λοιποῖς στοχαζόμεθα τῆς τῶν πεπραγότων γνώμης· οὐ γὰρ δυνάμεθα διῃσχυρίζεσθαι, ἐπεὶτοι ὑπόνοιαν καθ’ ἡμῶν αὐτῶν παρέχομεν τοῦ εἰδέναι τὰ τῶν ἐχθρῶν ἀκριβῶς· διὸ καὶ ἀπολογίας ἐροῦμεν πολλάς καὶ ἀναιρετικὰς ἀλλήλων, ἅτε δήθεν στοχαζόμενοι.