Ancient Greek
241.5
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 241.5
Unproofread scanNot analysed yet
β Ὡς ὁ Θάπτων· τοῦτο οὕτως φησίν, ἐπειδὴ οὐχ αὐτὸς ἐπλάσεν, ἀλλ’ ἐκ τῶν παλαιῶν εἴληφε τὸ παράδειγμα. γ Δευτέραν δέ· ἰστέον δέ, ὅτι κατὰ ἕνδεκα τρόπους διαιροῦσί τινες τὰ πράγματα· ἢ γὰρ ἐφ’ οἷς εἴπε τις κρινεται, ἢ ἐφ’ οἷς δέον εἰπεῖν οὐκ εἴπεν, ἢ ἐφ’ οἷς ἑτέρου εἰπόντος ἄντικρυς εἰς αὐτὸν ἀναφέρεται, ἢ ἐφ’ οἷς ἑτέρου εἰπόντος οὐκ ἄντικρυς εἰς αὐτὸν ἀναφέρεται, καὶ πάλιν, ἐφ’ οἷς ἐπράξε τις, ἢ ἐφ’ οἷς δέον πράξαι οὐκ ἐπράξεν, ἢ ἐφ’ οἷς ἑτέρου πράξαντος ἄντικρυς εἰς αὐτὸν ἀναφέρεται, ἢ ἐφ’ οἷς ἑτέρου πράξαντος οὐκ ἄντικρυς εἰς αὐτὸν ἀναφέρεται, ἢ ἐκ πάθους, οἷον