Ancient Greek
243.1
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 243.1
Unproofread scanNot analysed yet
ΣΧΟΛΙΑ ΕΙΣ ΣΤΑΣΕΙΣ πάντα φανερὰ τε καὶ ἀναμφίλεκτα· δόξειε δ’ ἂν μηδὲν διαφέρειν τῆς πρώτης τάξεως τὰ πεπραγμένα τῷ Ἀρχιδάμῳ· οἷον ὅτι μὴ τοὺς καρποὺς τοῦ Περιχλέους ἐδήσε· τοῦτο γὰρ τὸ ὑπ’ αὐτοῦ πεπραγμένον· ὁ γὰρ αὐτὸς ἐστι καὶ πεπραχὼς καὶ κρινόμενος· φαμέν οὖν, ὡς εἰ μὲν, ἐξ ὧν ὁ Ἀρχίδαμος ἐπραξεν, ἐκρίνετο, εἶχεν ἂν λόγον· νῦν δὲ οὐκ ἐξ αὐτῶν, ἀλλ’ ἐξ ὧν ὁ Περιχλῆς ἐγραψε, δώρων φεύγει· καὶ τούτου σημεῖον, ὅτι μὴ τοὺς ἐκεῖνου καρποὺς ἐδήσασε· γίνεται γοῦν τὸ τρίτον εἶδος τοῦτο, ἐξ ὧν ἂν αὐτὸς τε καὶ ἕτερος πράξῃσι, διὸ καὶ κατὰ τοῦτο μεταξὺ ἐκείνων λέγεται εἶναι, ὡς καὶ ἀμφοτέρων μετέχον.