Ancient Greek
243.3 to 243.4
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 243.3-4
Unproofread scanNot analysed yet
ε) Διὰ δὲ τὰ ἄλλα· οἷον διὰ τὰς φιλίας, διὰ τὴν διατριβὴν τὴν ἐν τῷ Ἰσθμῷ, διὰ τὸ μὴ δηῶσαι τοὺς ἀγροὺς. ζ) Καὶ οὐκ ἀγνοῶ γε· πρὸς Μινουχιανὸν ἀποτείνεται λέγοντα, δύνασθαι εἶναι στοχασμὸν ἀτελῆ ἀπλοῦν, ἀπὸ προσώπου μόνον ἐξεταζόμενον μὴ κρινομένου τοῦ πράγματος, ὅπερ Ἑρμογένης οὐ παραδέχεται, ἀλλὰ διπλοῦν μὲν εἶναι λέγει ἀτελῆ, ὅταν τὰ πράγματα ἐξισάζωσιν, ἀπλοῦν δὲ οὐδαμῶς.