Ancient Greek
243.5
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 243.5
Unproofread scanNot analysed yet
η) Θαυμάζω δέ· κατὰ συλλογισμὸν δείκνυσιν, ὅτι καὶ τὸ ἄφανὲς πρᾶγμα ἐξετάζεται, εἰ συνέστηκε γὰρ, φησί, τὸ ζήτημα, ἀπολογίαν ἔχει ὁ ἄσωτος, εἰ δὲ ἀπολογίαν, καὶ μετάθεσιν αἰτίας ἔρεῖ· εἰ δὲ τοῦτο, καὶ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους συνέχει, εἰ δὲ τοῦτο, συνέστηκε τὸ πρᾶγμα, καὶ ἄλλως· ἐπειδήπερ ἐν τοῖς ζητήμασιν εἰσὶ μὲν κεφάλαια προσωπικά, εἰσὶ δὲ καὶ πραγματικά, ὧν ἐστι καὶ ἡ τῆς αἰτίας μετάθεσις, θαυμάζω, εἰ τὸ τοιοῦτον κεφάλαιον ἀποδοίη τις, μὴ κρινομένου τοῦ πράγματος.