Ancient Greek
246.4 to 246.6
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 246.4-6
Unproofread scanNot analysed yet
ζ) Τὸ μόνουμερές· εἴδη γενικώτατα τῶν ἀσυστάτων δύο· ἢ γὰρ τὰ ἐναργῆ καὶ αὐτόθεν πρόδηλα οὐ ζητεῖται, ὡς ἐν ἡμέρᾳ οὐ ζητοῦμεν, εἰ ἡμέρα ἐστιν, ἢ τὰ ἀδύνατα εὑρεθῆναι, οἷον οἱ ἄρτιοι, οἱ ἀστέρες, λοιπὸν ἐκεῖνα λείπεται εἶναι ζητήματα, ἃ καθ’ ἑαυτὰ μὲν ἄγνωστα ἐστιν· ἀπὸ δὲ ζητήσεως εὑρεθῆναι δύναται. ζ) Τὸ ἐξισάζον διόλου· καὶ γὰρ καὶ ἐν τούτῳ, καὶ ἐν τοῖς ἄλλοις ἀσυστάτοις, ἐὰν τι τῶν περιστατικῶν προστεθῇ, ζήτημα γίνεται, διὸ καὶ διόλου εἶπεν. η) Τρίτον κατὰ τὸ ἀντιστρέφον· διαφέρει ΣΧΟΛΙΑ ΕΙΣ ΣΤΑΣΕΙΣ τοῦτο τοῦ ἰσάζοντος, τῶν ἀντιδίκων ἐπ’ ἀμφοτέροις τοῖς ἀλλήλων χρημένων λόγοις κατὰ τὸν χρόνον· ἐκεῖ μὲν γὰρ κατὰ τὸν αὐτὸν ἐλέγχεται χρόνον ὑφ’ ἑαυτοῦ, ἐνταῦθα δὲ ὑφ’ ἑαυτοῦ μὲν, ἀλλ’ ἐν διαφόροις χρόνοις.