Ancient Greek
247.3
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 247.3
Unproofread scanNot analysed yet
θ) Τέταρτον κατὰ τὸ ἀπορον· ἀπορον καλοῦμεν τὸ τοιοῦτον, καίτοι καὶ τῶν ἄλλων ἀπόρων ὄντων, ὅτι δύο τινά ἐστιν ἐν τοῖς λόγοις, τὰ μὲν κατασκευαστικά τῶν ἡμετέρων, τὰ δὲ ἀνατρεπτικὰ τῶν ἐναντίων. Ἐν μὲν οὖν τοῖς ἄλλοις τῶν κατασκευαστικῶν ἡ ἀσθένεια ποιεῖ τὸ ἀσύστατον· οὐ δυνάμεθα γὰρ κατασκευάσαι ἐν ἐκείνοις τὰ οἰκεῖα· ἐν δὲ τούτῳ οὐ μόνον τις τὰ οἰκεῖα δύναται κατασκευάζειν, ἀλλὰ καὶ τὰ ἐναντία, ὧν βούλεται, πάντως κατασκευάζει.