Ancient Greek
247.4
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 247.4
Unproofread scanNot analysed yet
ι) Κατὰ τὸ ἀπίθανον· ἀπίθανόν ἐστιν, ὅ μὴ δυνατόν τὴν ἱστορίαν ἐναντιοῦσθαι· εἰ δὲ καὶ κατηγορήθη Σωκράτης, ἀλλ’ ἐπ’ ἀσεβείας, οὐχ ἐπὶ πορνείας· σώφρονος γὰρ παρὰ πᾶσιν ἐξέκτητο δόξαν. Τὸ δὲ „εἰ Σιφνίους,“ τὸ Δημοσθενικὸν παρῴδησεν· ἐκεῖνος γὰρ φησιν· „ὡςπερ γὰρ ἀδύνατον Σιφνίους ἢ Μαρωνείτας περὶ τῆς τῶν Ἑλλήνων ἀρχῆς βουλεύεσθαι,“ εἶτα ἐπειδὴ τοῦτο εἶδεν ἀμφιβαλλόμενον, ὡς δυνατόν τῷ χρόνῳ ποτὲ γενέσθαι· καίτοιγε αὐτὸς περὶ τῆς τότε καταστάσεως αὐτῶν λέγει, ἐπήγαγε τὸ, „ἢ τὸν Πύθιον ψευδεσθαι. “