Ancient Greek
248.3 to 248.5
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 248.3-5
Unproofread scanNot analysed yet
α) Ἐγγύς· καλῶς τὸ ἐγγὺς προσέθηκεν, οὐ γὰρ τελῶς ἀσύστατά ἐστιν, ἀλλ’ ἐγγὺς μὲν ἀσύστατων, μελετώμενα δὲ ὅμως· μελετώμενα δὲ εἶπε διὰ τὸ μὴ ἐπ’ αὐτῆς τῆς τῶν πραγμάτων ἀληθείας τὴν ζήτησιν γίνεσθαι, γελοῖον γὰρ ἂν ἦν, ἀλλὰ λόγῳ μόνον γυμνασίας ἕνεκα μελετάσθαι, ταῦτα δὲ τὰ τρία εἴδη αὐτὸς ἐπενόησεν. β) Τὸ ἑτερορρόπεες. ἑτερορρόπεες λέγεται, ἐπειδὴ θάτερον μέρος πλεονεκτεῖ, ἐκ μεταφορᾶς τῆς πλάστιγγος· ὁ μὲν γὰρ κατήγορος φήσει, ὅτι οὐ τιμή, ἀλλὰ τιμία καὶ Ἀρμoδίου καὶ Ἀριστογείτονος τῶν τυραννοκτόνων, τὸ τὸν τύραννον δι’ ἐκείνων σῴζειν· ὁ δὲ ἀπολογοῦμενος τούτοις ἀντιλέγειν οὐκ ἔχων ἐπὶ τὸν τῶν εἰκόνων μόνον καταφεύγεται νόμον. γ) Τὸ κακοπλαστον· τοῦτο τοῦ ἀδυνάτου ΣΧΟΛΙΑ ΕΙΣ ΣΤΑΣΕΙΣ διαφέρει τῷ χρόνῳ μόνῳ, παρὰ γὰρ τὸν χρόνον ἐστὶ τὸ ἁμάρτημα· ἀλλ’ οὐχ ὡς ἀδύνατον τῇ φύσει πλάττεται· φύσει γὰρ ἀδύνατον, ὅτι βούλεται Ἀλέξανδρος εἰς ἡ-πειρὸν μεταθεῖναι τὰς νήσους.