Ancient Greek
249.3
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 249.3
Unproofread scanNot analysed yet
δ) Καὶ τὸ προειλημμένον· ζητεῖται διὰ τὸν 5 ὅρον ἐκτιθέμενος τοῦ ζητήματος, καὶ εἰπὼν, ὅτι τὸ μὴ προειλημμένον συνέστηκε, νῦν αὐτὸ εἰς τὰ μεταξὺ τέτα-χε· καὶ λέγομεν, ὅτι δύναται καὶ ἀσύστατον εἶναι καὶ συνεστηκὸς· ἀσύστατον μὲν, ἐὰν ἐν αὐτῇ τῇ πόλει κρί-νηται, καθ’ ἣν γέγονεν ἡ εὐεργεσία, οὐδεὶς γὰρ κατα- 10 ψηφιεῖται, συνιστάμενον δὲ, ἐὰν ἐν ἑτέρᾳ πόλει ἡ κρίσις ἢ· ἐστὶ δὲ τῶν ἐμμέσων, ὅτι κἂν ἀλλοχοῦ κρίνη-ται, οὐ πάνυ καταψηφιοῦνται τῆς γυναικός. Διαφέρει δὲ ἀντιστάσεως, ὅτι ἐν μὲν ἐκείνῃ ὁμολογεῖται τὸ ἐγ-κλημα· ἀντεισφέρεται δὲ μειζόν εὐεργέτημα· ἐνταῦθα δὲ 15 οὐχ ὁμολογεῖται· κάκει μὲν γὰρ καὶ τὸ ἐγκλημα καὶ τὸ εὐεργέτημα ἢ ἄμφω δημόσια, ἢ ἄμφω ἰδιωτικά· ἐνταῦ-θα δὲ τὸ μὲν ἐγκλημα ἰδιωτικόν, τὸ δὲ εὐεργέτημα δη-μόσιον. Ἰστέον δὲ, ὅτι τὸ προειλημμένον τῇ κρίσει ἢ περὶ πρόσωπον γίνεται ἢ περὶ πρᾶγμα· τὸ μὲν οὖν πε- 20 ρὶ τὸ πρόσωπον τὸ ἀπίθανόν ἐστι, τὸ δὲ περὶ τὸ πρᾶ-γμα τὸ προειλημμένον, διὸ ἐκεῖνο μὲν ἐν τοῖς ἀσυστά-τοις ἐτάχθη, τοῦτο δὲ ἐν τοῖς ἐμμέσοις· ἐπὶ καὶ τοῦτο ἰστέον, ὅτι τὸ μὲν ἑτεροζέπες ἀσθενέστατόν ἐστι τῶν μετ’ αὐτό, κινδυνεύει γὰρ εἶναι μονομερὲς, τῶν δὲ μετ’ 25 αὐτὸ ἀσθενέστερον τὸ κακόπλαστον τοῦ προειλημμένου, τὸ μὲν γὰρ εἰς ἑαυτὸ βέβληπται, τὸ δὲ εἰς τι τῶν ἐξ-ωθεν, οἷον τὸν δικαστήν.