Ancient Greek
257.6
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 257.6
Unproofread scanNot analysed yet
ι) Ἡ γὰρ περὶ μέλλοντος· προέταξε τὸν μέλλοντα τοῦ παρεληλυθότος, ὡς συντομωτέρας τῆς περὶ τούτο διδασκαλίας ἐσομένης· βούλεται οὖν ἀπαλλαγείς ἐντεῦθεν ἐπὶ τὰ πλείονος δεόμενα λόγου τραπεῖσθαι· ὅπερ πολλαχοῦ φαίνεται ποιῶν· τὸ δ’ οὖν μέλλον ἅπαν μίαν συλλήβδην περιλαβὼν στάσιν πεποίηται, οἷον μήπω ἐκβεβηκὸς εἰς ἐνέργειαν· ὡς γὰρ ἐπὶ τῶν μήπω εἰς φῶς ἐξεληλυθότων ἀνθρώπων ἐνὶ ὀνόματι τοῦ ἐμβρύου ἀρχού-