Ancient Greek
258.1
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 258.1
Unproofread scanNot analysed yet
ΜΑΞΙΜΟΥ ΤΟΥ ΠΛΑΝΟΥΛΟΥ μεθα, τὰς ποικίλας μετὰ τὴν γένεσιν προσῃγορίας ποιοῦμενοι, οὕτω καὶ ὁ τεχνικὸς τὴν φύσιν ἀπομιμούμενος τὸ μὲν τοῦ μέλλοντος εἰς μίαν ἀπέχωρήσσε στάσιν, τὸ δὲ παρορχὸς εἰς πλείους διείλεν. Ὀνόμασται δὲ πρα- 5γματική, καίτοι καὶ ἄλλων πολλῶν στάσεων περὶ πράγματα καταγνομένων, ὅτι μόνη αὕτη ἐπὶ πράξιν προτοίπεται· φασὶ δέ τινες, μὴ περὶ πραγματικῆς μόνης γενέσθαι τὸν ὅρον, ἀλλὰ καὶ στοχασμὸν καὶ ὅρον, κατὰ τὸ μέλλον καὶ αὐτῶν ἔχοντων τὴν ζήτησιν· στοχασμοῦ 10μὲν, οἷον νέος πλούσιος ἀποβλέψας εἰς τὴν ἀχρόπολιν ἐδάχρυσε, καὶ κρίνεται τυράννιδος ἐπιθέσεως· ὅρον δέ, οἷον φιλόσοφος συνεχῶς παρὰ τὸν τύραννον ἀνιῶν πείσας αὐτὸν καταθέσθαι τὴν τυραννίδα ὡς τυραννοκτόνος ἀξιοῦ δωρεῶν λαβεῖν· μέλλοντος γὰρ ἐκεῖ μέν, τὸ εἰ τυ- 15ραννήσει, ἐνταῦθα δέ, τὸ εἰ χορὴ τὴν δωρεὰν λαβεῖν· φαμὲν οὖν, ὅτι οὐκ ἔστιν ἐνταῦθα τῷ ὄντι ἡ σκέψις περὶ τοῦ μέλλοντος, ἀλλὰ περὶ τοῦ παρεληλυθότος· οἷον, εἰ τυραννικῇ γνώμῃ βλέπων ἐδάχρυσε, καὶ εἰ τυραννοκτόνος ἐγένετο· εἰ γὰρ ὁ περὶ τοῦ παρεληλυθότος λόγος 20ἀστασίαστος εἴη, οὐκέτι συνίσταται τὸ πρόβλημα, περὶ γὰρ τοῦ μέλλοντος ἡ πραγματικὴ μόνη ποιεῖται τὸν λόγον, οὐ περὶ τῆς ὑπάρξεως τοῦ πράγματος, ἀλλὰ τῆς αὐτοῦ ποιότητος, οἷον ἀνελὼν τις τύραννον ἀξιοῖ τὴν οὐσίαν αὐτοῦ λαβεῖν· ὅτι μὲν γὰρ δεῖ δούναι τινὰ δωρεάν, 25ὁμολογοῦμενον, ὅτι δὲ τήνδε ἢ τήνδε, στασιάζεταί. τυραννήσεις γάρ, φησίν, ὥσπερ ἐκεῖνος, εἰ λάβοις τὴν οὐσίαν αὐτοῦ.