Ancient Greek
259.4 to 260.5
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 259.4-260.5
Unproofread scanNot analysed yet
ιγ) Ὄνομα μὲν πάλιν· ἐξ ἀντιθέσεως πασῶν τῶν στάσεων γινομένων, οἷον ἐφόνευσας, οὐκ ἐφόνευσα, ἰδιώτης ταύτας ἀντιθετικὰς προσηγόρευσεν· ἐν ταύταις γὰρ αὐτὸς ἑαυτῷ τρόπον τινὰ ὁ κατηγορούμενος ἀντιτί- ΜΑΞΙΜΟΥ ΤΟΥ ΠΛΑΝΟΥΛΟΥ θησιν, ὥστε εἶναι σχεδὸν δύο ἀντιθέσεις, τὴν μὲν τοῦ κατηγόρου, τὴν δὲ τοῦ κατηγοουμένου, ἣν αὐτὸς ἑαυτῷ ἀντιτιθήσει τῷ δέχεσθαι τὸ ἔγκλημα. ιδ) Πεποιηκέναι τι· διὰ μὲν τοῦ „τι“ τὸ μέτριον καὶ μικρὸν ἐσήμανεν, διὰ δὲ τοῦ „ὡς“ τὸ δοκοῦν τε καὶ νομιζόμενον. ιε) Δι’ αὐτοῦ· δι’ αὐτοῦ γὰρ τοῦ ἀδικήματος ἀντεισάγειν τὸ εὐεργέτημα χρή· οὐ γὰρ δυνατόν, τὸν καθελόντα τὰ τείχη λέγειν, ὡς ποτε εἰσενεγκὼν εἴη τῇ πόλει χρήματα. Ἔστι δὲ ἀεὶ ἐναντία τῇ ἀντιλήψει ἡ ἀντίστασις· ἐν μὲν γὰρ τῇ ἀντιλήψει αὐτὸ τὸ πεπραγμένον ἀνεύθυνόν ἐστι, διὰ δὲ τὴν περίστασιν ὑπεύθυνον γίνεται. ιζ) Πρᾶγμα ἢ πρόσωπον· ζητοῦσι, πῶς δυνατόν ἐστι πρᾶγμα ὑπ’ εὐθύνῃ καὶ κρίσει πεσεῖν, τοῦτο γὰρ προσώπων ἐστι, φαμέν οὖν πράγματα λέγειν ἐνταῦθα τοὺς νόμους καὶ τὰ ψηφίσματα.