Ancient Greek
260.6
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 260.6
Unproofread scanNot analysed yet
ιη) Εἰ δέ τις ἡμῖν· πρὸς Μινουκιανὸν ἀποτείνεται, ἄλλως τὰ περὶ μεταστάσεως καὶ συγγνώμης ὁρίζοντα, οὐ τὰ ἀνευθύνῳ καὶ ὑπευθύνῳ, ἀλλὰ τὸ μὲν εἰς τι πάθος οἰκεῖον τὴν αἰτίαν ἀναφέρειν, οἷον μέθην, ὀργήν, ἔρωτα, συγγνώμην οὗτος εἶναί φησι, τὸ δὲ εἰς τι τῶν ἔξωθεν μετάστασιν, ὥσπερ καὶ τόδε· πρεσβευτὴς ἐξεληθὼν τῆς πόλεως, οἰκεῖῳ παιδὶ τελευτήσαντι χοὰς ἐπενεγκεῖν, γέγονεν ὑπὸ τοῖς πολεμίοις, εἶτα μαστιζόμενος ἐξέειπε τὸ ἀπόρρητον· καὶ ἐπανελθὼν κρίνεται δημοσίῳ ἀδικημάτων, ἄλλοι δὲ διαφέρειν αὐτὰς ἔφασαν, τῇ τὴν μὲν συγγνώμην εὐτελοῦς ὑποκειμένου προσώπου γίνεσθαι, τὴν δὲ μετάστασιν ἐνδόξῳ· οἷον εἰ μὴ οἱ δέκα στρατηγοὶ κρίνονται, ἀλλὰ Περίκλῃς. Περίφανές γὰρ ὄν τὸ πρόσωπον οὐκ ἂν ποτε ἔλαιο συγγνώμην αἰτεῖν, ἀλλὰ