Ancient Greek
261.1
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 261.1
Unproofread scanNot analysed yet
ΣΧΟΛΙΑ ΕΙΣ ΣΤΑΣΕΙΣ μεταστατικῶς ἐπὶ τὸν χειμῶνα χωρήσει· ὁ δὲ Πορφύριος φησιν, ὡς εἰ μὲν εἴη τὸ ἀδίκημα, οἷον ἐνδεχόμενον μὴ γεγενῆσθαι, ἀλλὰ θεραπείας τετυχηκέναι τινός, μετάστασις γίνεται· ἐὰν δὲ ἢ μὴ ἐνδεχόμενον ἑτέρας γεγενῆσθαι, συγγνώμην ἐπὶ ζητοῦσι. Τί δήποτε τῶν ἀντιθετικῶν πασῶν τοῖς αὐτοῖς τεμνομένων κεφαλαίοις, οὐ μιᾶς καὶ τῆς αὐτῆς στάσεως, οἷον τῆς ἀντιθέσεως εἴδει αὐτὰς ὁ τεχνικὸς ἀπεκάλεισεν, ὡςπερ ἐπὶ τοῦ στοχασμοῦ καὶ τοῦ ὄρου καὶ τῆς ἀντιλήψεως, ἀλλ’ ἑκάστην αὐτῶν ἰδίᾳ στάσιν ὤνόμασε; φαμέν οὖν πρὸς τοῦτο, ὅτι ταυτότητα στάσεως οὐχ ἡ τῶν κεφαλαίων ποιεῖ ταυτότης, ἀλλ’ ἡ τοῦ ὁρισμοῦ.