Ancient Greek
262.3
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 262.3
Unproofread scanNot analysed yet
α) Ἔστι γὰρ συλλογισμός· τοῦ μὲν κατηγοροῦν λέγοντος, ταὐτὸν εἶναι τὸ ἄγραφον τῷ ἐγγράφῳ, τοῦ δὲ 10 ἀπολοῦμενος, πολὺ ταῦτα διαφέρειν, ὁ συλλογισμὸς γίνεται, ὁ μὲν γὰρ φησι, ὅτι οὐδὲν τὸ διάφορον, εἴτε ἐκπόρνης, εἴτε ἐκ πόρνου τις γεννηθείη· τὸ γὰρ ἁμάρτημα τῶν γεννητόρων ταὐτόν, καὶ ἡ αἰσχύτης ἴση· ὁ δὲ, ὅτι πάνυ διαφέρει· ὁ μὲν γὰρ ἐκ πόρνης ἀμφίβολος, τίνος ἂν 15 εἴη παῖς, ὁ δὲ ἐκ πόρνου δῆλος, σώφρονος οὖσης τῆς μητέρος· ἐστὶ δὲ διαφορὰ συλλογισμοῦ πρὸς ῥητὸν καὶ διάνοιαν· καίτοι καὶ ἐν ἀμφοῖν τῆς διανοίας ἐξεταζομένης τοῦ νομοθέτου, ὅτι ἐν μὲν τῷ ῥητῷ καὶ τῇ διανοίᾳ αἰτίαν ἀποδίδομεν· οἷον διὰ τὸ μὴ βλάβην τινα γενέσθαι, 20 ἀνελθόντος τοῦ ξένου ἐπὶ τὸ τεῖχος· ἐγὼ δὲ ὠφέλησα· ἐν δὲ τῷ συλλογισμῷ οὐκ αἰτίαν ἀποδώσομεν, ἀλλ’ αὐτὸ τοῦτο εἶναι φήσομεν τὸ ἐκ τοῦ νόμου διηγορευμένον· ἔπειτα ἐν μὲν τῷ συλλογισμῷ ὁ διώκων συνάγει τὸ τε ῥητὸν καὶ τὸ ἐξωθεν φερόμενον, ἐν δὲ τῷ ῥητῷ καὶ τῇ δια- 25 νοίᾳ διύστησι· τὸ γὰρ ῥητὸν μόνον προβάλλεται, τὴν δὲ τῆς διανοίας ἐξέτασιν τοῦ φεύγοντος οὐσαν οὐ παραδέχεται. ἐπεὶ δὲ καὶ ὁ τεχνικὸς ἐν τῇ τῶν κεφαλαίων τοῦ συλλογισμοῦ διαιρέσει φησίν, ὅτι ὅλως ὁ συλλογισμός, πλὴν τῆς ἐναλλαγῆς τῶν πρώτων κεφαλαίων κατὰ τὸν 30 ὅρον διαιρεῖται, καὶ γὰρ προσεοικάσιν ἀλλήλαις αἱ στά-