Ancient Greek
263.1
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 263.1
Unproofread scanNot analysed yet
ΣΧΟΛΙΑ ΕΙΣ ΣΤΑΣΕΙΣ σεις, οἷον, ὅτι ταυτὸν ἐστι, ἂν ἱερὰ, ἂν ἰδιωτικὰ ἢ τὰ ἐξ ἱεροῦ ἀποσυλόμενα, καὶ πάλιν ταυτὸν ἐστι, ἂν ἐκ πόρνης ἂν ἐκ πόρνου τις ἢ γεγεννημένος, καλεῖ μὲν νόμος, τὸν ἱερόσυλον τεθνάναι, ἐνταῦθα δὲ νόμος, τὸν ἐκ πόρνης μὴ λέγειν, ζητητέον τὴν διαφοράν· ἐστὶν οὖν, ὅτι ἐπὶ μὲν τοῦ ὄρου οὐχ αὐτὸ ἐκεῖνο τὸ πεπραγμένον ὁ κατήγορος ἐγκαλεῖ· οἷον ὅτι ἰδιωτικὰ ὑφείλου χρήματα ἐκ τοῦ ἱεροῦ, καὶ ἐπὶ τούτων ἱερόσυλος εἶ, ἀλλὰ τὸ ἰδιωτικὰ εἶναι τὰ χρήματα ὑπεκκλίνων, ὡς καταῖροῦν καὶ ὑποβιβάζων τὸ ἐγκλημα τοῦτο μόνον φησίν, ὅτι ἱερόσυλος εἶ, ὡς συλήσας ἐξ ἱεροῦ. ἐπὶ δὲ τοῦ συλλογισμοῦ αὐτὸ τὸ πρᾶγμα τὸ ὃν ὁ κατήγορος λέγει, οὐ γὰρ δύναται ἄλλως εἰπεῖν, ἀλλ’ ὅτι ἐκ πόρνης εἶ καὶ οὐ δεῖ σε λέγειν, ὥσπερ καὶ ἐπὶ τοῦ εὐνούχου τοῦ ἁλόντος ἐπὶ μοιχείᾳ καὶ ἀναιρεθέντος· συλλογισμὸς δὲ εἴρηται ἀπὸ τοῦ παρὰ τοῖς φιλοσόφοις συλλογισμοῦ, τῶν προτάσεων οὕτω προβαινουσῶν· ὁ πόρνος τὸν αὐτὸν τῇ πόρνῃ βίον βιοῖ, τὸν ἐκ πόρνης λέγειν ὁ νόμος οὐ συγχωρεῖ, τὸν ἐκ πόρνου ἄρα λέγειν ὁ νόμος οὐ συγχωρεῖ.