Ancient Greek
263.3
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 263.3
Unproofread scanNot analysed yet
β) Μὴ φύσει ἐναντίων· οὐ γὰρ δεῖ τὰ ῥητὰ ἐκ τῆς ἑαυτῶν φύσεως ἐναντιοῦσθαι πρὸς ἄλληλα· τοῦτο γὰρ ἀμαθὲς, ἀλλ’ ἐκ περιστάσεως γίνεσθαι· οὐ γὰρ δεῖ τὸν μὲν τῶν νόμων λέγειν, δεῖν τὸν κλέπτην κολάζεσθαι, τὸν δὲ λέγειν, δεῖν τὸν αὐτὸν στεφανοῦσθαι, ἀλλὰ κατὰ περίστασιν, ὡς εἴρηται· οἷον νόμος, τὸν στρατιώτην μὴ πωλεῖν τὰ ὅπλα, καὶ νόμος θάπτειν τὸν πατέρα· ἐπὶ στρατοπέδου τις ἀποθνῄσκοντος τοῦ πατρὸς πωλήσας τὰ ὅπλα θάπτει αὐτὸν καὶ κρίνεται.