Ancient Greek
267.2
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 267.2
Unproofread scanNot analysed yet
μου προβέλλεσθαι ἄδειαν, ἀλλὰ καὶ τὴν ἀπὸ τῶν πραγμάτων ἀπολογίαν ποιείσθαι. θ) Κατὰ ῥητόν· τοῦ μὲν φεύγοντος ἐνταῦθα προτεινομένου τὸ ῥητόν, τοῦ δὲ κατηγοροῦ τὴν διάνοιαν· λέξει γὰρ ἔχειν μὲν οὕτω τὸν νόμον, οὐ μὴν ἐπὶ τοιούτοις· στοχαστικὸν δὲ λέγει οὐ κεφάλαιον, ἀλλὰ ζήτημα. Ἰστίον, ὡς τῆς παραγραφῆς ἡ μὲν τελεία ἐστιν, ἡ δὲ ἀτελῆς, τελεία μὲν, ὅτε τοῦ πράγματος ἐστὶ παραγραφὴ· λέγοντος τοῦ φεύγοντος, ὅτι οὔτε σοὶ οὔτε ἄλλῳ δικάζομαι περὶ τούτου, ἀτελὲς δέ, ὅτε προσώπου μόνου· γίνεται παραγραφὴ· λέγει γάρ· „σοὶ μὲν οὐ δικάζομαι, ἑτέρῳ δὲ τῷ βουλομένῳ“.