Ancient Greek
267.4
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 267.4
Unproofread scanNot analysed yet
ι) Τόπον ἢ χρόνον· τόπου καὶ χρόνου παράδειγμα τέθεικεν ὁ τεχνικός· διαιρεῖται δὲ ὁ χρόνος εἰς τὸ μὴ νῦν, εἰς τὸ μηκέτι, καὶ εἰς τὸ μήπω· τοῦ μὴ νῦν παράδειγμα· νόμος, ἐν ἱερομηνίᾳ μηδένα δικάζεσθαι, κατηγορεῖ τις ἐν ἱερομηνίᾳ τινὸς ὡς ἡσεβηκότος, ὁ δὲ κατὰ τὸ νῦν παραγράφεται τὴν κατηγορίαν, οὐ μὴν καὶ μετὰ ταῦτα αὐτὴν ἀποσειεται· τοῦ δὲ μηκέτι, δύο πλούσιοι πέντη ἦσαν ἐχθροὶ τὰ πολιτικά· ἐπὶ προσβείᾳ ἐξελθόντος τοῦ πένθους, εὑρέθη ὁ υἱὸς αὐτοῦ νεκρὸς ἀσχύλευτος, καὶ ἀντεγκαλοῦσιν ἀλλήλοις οἱ πλούσιοι· ἀπέρυγον ἀμφότεροι, καὶ ἐπανελθὼν ὁ πένθης βούλεται κρίνειν αὐτούς· οἱ δὲ παραγράφονται αὐτόν· παντελῶς, κατὰ τὸν λέγοντα νόμον, δις περὶ τῶν αὐτῶν δίκας μὴ εἶναι· τοῦ δὲ μήπω· νόμος τριάκοντα ὑστερον ἡμέραις μετὰ τὴν γραφὴν εἰσιέναι τὴν δίκην· δύο πένθες ἐγράψαντο πλούσιον, εὑρέθη ὁ ἕτερος αὐτῶν νεκρὸς ἀσχύλευτος, καὶ ὁ ἕτερος πρὸ τῶν τριάκοντα ἡμερῶν τὴν δίκην ἀξιοῖ ἀγωνίζεσθαι· τοῦτο γὰρ οὐ παντελῶς, ἀλλὰ κατὰ τὸ μήπω παρεῖναι τὸν καιρὸν τῆς προθεσμίας παραγράφεται· ἀναμένειν γὰρ ἀξιώσει τὸν προσήκοντα χρόνον· καὶ ταῦτα