Ancient Greek
271.1
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 271.1
Unproofread scanNot analysed yet
ΣΧΟΛΙΑ ΕΙΣ ΣΤΑΣΕΙΣ τοῦ προσώπου· δεῖ δὲ ταῦτα πρὸ τῶν συστατικῶν εἶναι τοῦ πράγματος, πρότερον γὰρ τὸ πράττον τοῦ πραττομένου· ἡ δὲ βούλησις προτέτακται τῆς δυνάμεως εὐλόγως, ἀρχὴ γὰρ ἡμῖν πασῶν πράξεων ἡ βούλησις. Πέμπτον τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, καίτοι δέον ὄν πρὸ πάντων τάττεσθαι, ὡς φασί τινες, ἐπειδὴ δι’ αὐτῶν αἱ ἀποδείξεις προϊάσι, φασὶν οὖν, ὅτι τοῦ μὲν παραγραφικοῦ καὶ τῆς τῶν ἐλέγχων ἀπαιτήσεως ἐλαττόν ἐστι, τοῦτο μὲν γὰρ ἀποδεικτικόν, ἐκείνων δὲ τὸ μὲν οὐδὲ προσίεται τὸν ἀγῶνα, ἡ δὲ εἰ καὶ προσήκατο, ἀλλ’ οὐ παντελῶς, ἀλλὰ μὴν καὶ μετὰ τὴν βούλησιν καὶ τὴν δύναμιν τέτακται· ὅτι τὰ μὲν τοῦ προσώπου ἐστὶ συστατικά, τὰ δὲ τοῦ πράγματος. Ἔκτον ἡ ἀντίληψις κατὰ τὸν διώκοντα τὴν τῶν κεφαλαίων τάξιν ποιουμένου τοῦ τεχνικοῦ· ὁ μὲν γὰρ διώκων μετὰ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους χρῆται τῷ ἀντιληπτικῷ, ἵνα μετὰ τὰς οἰκείας ἀποδείξεις ἐπενεγκὼν τὸ τοῦ φεύγοντος ἀντιληπτικὸν τυραννικὸν αὐτοῦ δείξῃ τὸ φρόνημα, ὁ δὲ φεύγων τοῦτο αὐτό, τὸ τυραννικὸς δοκεῖν, φυλαττόμενος μετὰ τὴν μετάθεσιν τῆς αἰτίας καὶ τὴν πιθανὴν ἀπολογίαν τάττει τὸ ἀντιληπτικόν· μετὰ δὲ τοῦτο ἡ μετάληψις, ἀεὶ γὰρ πρὸς τὸ ἀντιληπτικὸν φέρεται τὸ μεταληπτικόν, δι’ ἀλλήλων γὰρ λύεται τὰ κεφάλαια. Ὀγδοον μετὰ τὴν μετάληψιν, ἑβδομον οὖσαν, ἡ μετάθεσις τῆς αἰτίας. Ἐνάτον ἡ κοινὴ ποιότης· ἐχρήσατο δὲ τοῖς ὀνόμασι τῶν στάσεων ἀντὶ τῶν κεφαλαίων, εἰπὼν ἀντίληψιν καὶ μετάληψιν, ἡ μὲν γὰρ στάσις καλεῖται ἀντίληψις, ἀντιληπτικὸν δὲ τὸ κεφάλαιον.