Ancient Greek
271.3 to 272.28
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 271.3-272.28
Unproofread scanNot analysed yet
γ’) Τὸ παραγραφικὸν γίνεται· τὸ κεφάλαιον κοινὸν προσώπου καὶ πράγματος, ὅτε μὲν γὰρ τις ἀπὸ τῆς προσωπικῆς ποιότητος παραγράφεται, ὡς οἱ δέκα νέοι ἕκαστος αὐτῶν ἰδίᾳ κρίνεσθαι ἀξιῶν, διὰ τὴν ἐμφαινομένην παρ’ ἑκάστῳ ποιότητα, ὅτε δὲ ἀπὸ τοῦ πρά- ΜΑΞΙΜΟΥ ΤΟΥ ΠΛΑΝΟΥΛΟΥ γματος, ὡς ὁ ἄσωτος ἀξιῶν δεικνύναι πρότερον εἰ ἀνήρηται ὁ πατήρ. δ) Κατὰ τρόπους τέσσαρας· ὡς μὲν ἀπλῶς εἰπεῖν τὸ παραγραφικὸν ἐκ τῶν περιστατικῶν γίνεται, 5ἀλλ’ εἰ καὶ τέσσαρας τρόπους ἀπαριθμεῖται, ἀλλ’ οὐν τρεῖς εἰσὶ τῇ ἀληθείᾳ· τὸ μὲν γὰρ τοῦ ἀσωτοῦ ἀπὸ τοῦ πράγματος ἐστι, ζητεῖται γὰρ, εἰ ἀνῃρηται ὁ πατήρ, τὸ δὲ τοῦ τρισαριστέως καὶ τῶν δέκα νέων ἀπὸ τοῦ προσώπου, τὸ δὲ τοῦ δειλοῦ ἀπὸ τοῦ χρόνου· ὅταν οὖν μὴ 10ἔχωμεν ἐκ τούτων διαβαλεῖν τὴν κατηγορίαν, ἐκλείπει τὸ κεφάλαιον. ε) Τοῦ δὲ ἀπὸ ῥήτου· τηνικαῦτα γάρ, φησίν, οὐκ ἔσται κεφάλαιον καὶ μέρος στοχασμοῦ, ἀλλὰ τελεία παραγραφὴ, ἣν μετάληψιν προσηγόρευσεν, ἐκείνη μὲν 15γὰρ ἐκβάλλει ὅλον τὸν ἀγῶνα, τοῦτο δὲ μέρος τι τῶν περὶ τὸ πρᾶγμα αἰτιᾶται, καὶ ἡ μὲν νόμον ἔχει, τὸ δὲ οὔ. Ἱστοῦν δέ, ὅτι τὰ τοιαῦτα κεφάλαια πασῶν τῶν στάσεων ἐπεξεργάζεται, ἐπιχειρήμασιν, ἐργασίαις, ἐνθυμήμασιν, ἐπενθυμήμασι, πλαστοῖς, περὶ ὧν ἐν τοῖς 20περὶ εὐρέσεων ῥηθήσεται, ἐνταῦθα δὲ περὶ μόνης τῆς τούτων διέξεισι φύσεως. α) Ἡ τῶν ἐλέγχων ἀπαίτησις· ἡ τῶν ἐλέγχων ἀπαίτησις ἐκ τῶν ἀτέχνων γίνεται πίστεων, μαρτύρων, διαθηκῶν, ψηφισμάτων, ἐπιστολῶν, βασάνων· ἄτεχνοι 25δὲ λέγονται πίστεως, ἐπειδὴ ἡ ὕλη τοῦ προβλήματος ἔχει αὐτὰς καὶ τοῦ πράγματος, καὶ οὐκ ἐξωθεν γίνονται ἀπὸ τῆς τοῦ ῥήτορος τέχνης. Φασὶ δέ τινες, ὡς εἰ μὲν τοῦ σημείου ἐστὶ τὸ κεφάλαιον τοῦτο, εὖηδες, φανερὸν γὰρ εἶναι δεῖ τὸ σημεῖον, εἰ δὲ τοῦ ἐγκλήματος, καὶ τοῦτο 30ἄτοπον, οὐ γὰρ ἔσται ἀδήλου πράγματος ἔλεγχος, περιττὸν τοίνυν· φαμὲν οὖν, ὡς εἰ μὲν πᾶς μαρτυρῶν ἐνθὺς καὶ πιστευέσθαι ἠδύνατο, εἶχεν ἂν λόγον ἡ ἀπορία· ἐπειδὴ δὲ καὶ μαρτύρων ὄντων ἐπιζητεῖται, εἰ ἀληθὴς ἢ