Ancient Greek
283.1
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 283.1
Unproofread scanNot analysed yet
ΣΧΟΛΙΑ ΕΙΣ ΣΤΑΣΕΙΣ ἐναντίου λόγων τὰ οἰκεῖά τις ἔχῃ κατασχευάζειν. Κατασκευάσει τοίνυν ὁ φεύγων τὸ κεφάλαιον διὰ τῶνδε τῶν ἐπιχειρημάτων, πρῶτον μὲν ἐκ τοῦ μηδὲν ὠφεληθῆσαι ἐντεῦθεν, ὡς ὁ εἰς τὴν ἀκρόπολιν ἀπιδὼν καὶ δακρύσας· δεύτερον ἐκ τοῦ βλάπτεσθαι, εἰ γὰρ ἠβουλόμην τυραν- 5 νῆσαι οὐκ ἂν ἐδάκρουν, ἵνα μὴ φωραθεὶς ζημιωθῶ· τρίτον ἐξ ἀντεισαγωγῆς, ἑτέρας ἀνευθύνου, ὃ καὶ μάλιστα ἐναργέστερον, οἷον ὅτι τόδε ἂν μᾶλλον ἐπραττον, εἴγε τούτου ἐπεθύμουν, δι’ οὗ συνέβαινεν ἄμφω τὸ τε καθορθοῦν, καὶ τὸ κινῆσαι μηδ’ ἡντινοῦν ὑπόνοιαν. 10