Ancient Greek
283.3
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 283.3
Unproofread scanNot analysed yet
β) Ὅταν ἐπόμενα ἢ· ἐπὶ γὰρ τοῦ ἀφορῶντος εἰς τὴν ἀκρόπολιν καὶ δακρύοντος οὐχ ἑπεται, οὐ γὰρ ἀρμόζει τῇ τυραννίδι τὰ δάκρυα· τοὐναντίον γε μὴν ἐλεεinoῦ τὸ δακρύειν καὶ ταπεινοῦ τὸ φρόνημα, ἐπεὶ δὲ τὸ μάλιστα πιθανὸν ἐν τούτῳ τῷ κεφαλαίῳ ἔχομεν, δοκοῦ- 15 μεν δὲ ἀπίθανον ἔχειν τὸν λόγον· τούτου ἐλλείποντος, δεῖ δὲ τῷ ῥήτορι πάντα οὐ μέλειν τοῦ πιθανοῦ, μέθοδόν τινα διαλεκτικὴν ὁ τεχνικὸς ἡμῖν δίδωσι, δι’ ἧς δυνάμεθα ἐν τοῖς τοιούτοις ἀναπληροῦν τὸ τῆς πιθανῆς ἀπολογίας, ὥστε μὴ ἐλλείπειν τρόπον τινὰ τὸ κεφάλαιον. 20 Ὀνομάζει δὲ τοῦτον τὸν τρόπον Ἀριστοτέλης πρὸ τὸ ἐπόμενον, ὅταν τῇ προτάσει καὶ τῇ κατασκευῇ οὐχ ἐπομένην δῶμεν τὴν ἀναστροφὴν, ἀλλὰ σεσοφισμένην, οἷον ὁ ἀλεκτρυὼν δίπουν, καὶ ἄνθρωπος δίπουν, ὁ ἄνθρωπος ἄρα ἀλεκτρυών· τὸ μὲν γὰρ εἶναι δίπουν τὸν 25 ἄνθρωπον καὶ τὸν ἀλεκτρυόνα ἀληθές, τὸ δὲ τὸν ἄνθρωπον εἶναι ἀλεκτρυόνα σεσόφισται· ἥν δὲ ὁ συλλογισμὸς ἐκείνως ἀληθής, ὁ ἄνθρωπος ἄρα καὶ ὁ ἀλεκτρυὼν δίποδα. Οὕτω καὶ Δημοσθένης ἐν τῷ περὶ στεφάνου παραλογίζεται τὸν Αἰσχίνην· φησὶ γὰρ οὕτως, ἄ οὐχ- 30 οὖν ὅτι τούτου μέλλοντος λέγειν ἀπήλασεν αὐτὸν ἡ βουλὴ καὶ προσέταξεν ἑτέρῳ λέγειν, τότε καὶ προδότην