Ancient Greek
284.1 to 284.3
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 284.1-3
Unproofread scanNot analysed yet
ΜΑΞΙΜΟΥ ΤΟΥ ΠΛΑΝΟΥΛΟΥ εἶναι καὶ κακοῦνουν ἡμῖν ἀπεφήνατο· “τοὺς μὲν γὰρ προδότας ἐκβάλλεσθαι ὁμολογεῖται, τὸ δὲ τοὺς ἐκβαλλομένους εἶναι πάντας προδότας οὐχ ἀληθές· ὁ μὲν οὖν κατήγορος τούτῳ χρήσεται τῷ σοφίσματι, παραλογιζόμενος ἐν τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους, ὁ δὲ φεύγων ἐπὶ τῆς πιθανῆς ἀπολογίας ἀναστρέψας τὸ σόφισμα ἐλέγξει τὸ ψεῦδος. γ) Καὶ ὁρικῶς ἐξέτασεν· ἐν τούτῳ γὰρ ὁ κατήγορος πολλὴν ἔχει τὴν ἰσχὺν τῶν σημείων, οὐ μόνον εἶναι σημεῖον τὸ καλλωπίζεσθαι τοῦ πορνεύεσθαι λέγει, ἀλλὰ καὶ αὐτὸ καθ’ αὑτὸ ὁριεῖται πορνεῦν εἶναι τὸ καλλωπίζεσθαι, τὸ δὲ „βιαίως“ προσέθηκεν, ὅτι οὐχ ἀληθὴς ἡ παρασκευὴ ἀλλὰ βίαιος, ἐκ περιουσίας καὶ ὑπερβολῆς λαμβανομένη.