Ancient Greek
285.1 to 285.29
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 285.1-29
Unproofread scanNot analysed yet
ΣΧΟΛΙΑ ΕΙΣ ΣΤΑΣΕΙΣ λιχώτερα οὐχ ἀπλῶς μέχρι τούτων ἱστάμεθα, ἀλλὰ τοῖς ἑκάστοτε ὑποκειμένοις ἡμῖν προσώποις ἐφαρμόζομεν, ὡς τελευτῆν ἀεὶ τὸ καθολικὸν πρὸς τὸ μερικώτερον. β) Καὶ αἱ δευτερολογίαι· περὶ δευτερολογίας εἴρηται ἐν τῷ κοινῷ τόπῳ, ὅτι τετραχῶς γίνεται· περὶ τοῦ τετάρτου οὖν εἴδους ἐνταῦθά φησι, τῆς καὶ διτο- λογίας λεγομένης. γ) Ὑπὸ μὲν τῶν κατηγόρων. Ἰστέον, ὡς οἱ ἐπίλογοι διχῇ διαιροῦνται, εἰς τε τὸ πραγματικόν, ὅπερ ἀνακεφαλαιῶσιν ἔχει καὶ ἀνάμνησιν τῶν ἐν τοῖς ἀγῶσιν εἰρημένων, καὶ εἰς τὸ παθητικόν, ὅπερ ἔλεον ἤθισαν παρὰ τοῦ φεύγοντος καὶ ἔλεον ἐκβολὴν παρὰ τοῦ διώκοντος ἔχει. Τὸ μὲν οὖν παθητικὸν τῷ δικανικῷ εἴδει μόνῳ προσήκει, τὸ δὲ πραγματικὸν πᾶσι τοῖς εἴδεσι τῆς ῥητορικῆς, καὶ δὴ καὶ ἐν ἐπιστολαῖς, εἰ μακρότεραι εἰεν· καὶ αὐθὶς τὸ πραγματικὸν κοινὸν τοῦ τε διώκοντος καὶ τοῦ φεύγοντος, τὸ δὲ παθητικὸν οὐ κοινὸν κατὰ γε τὴν ἐργασίαν, οὔδὲ τὸν αὐτὸν τρόπον ὑφ’ ἑκατέρου πα- ραλαμβάνεται, ἀλλ’ ὁ μὲν κατήγορος αὐξητικῶς ἐπαίρων πρὸς ὀργὴν τοὺς δικαστάς, ὁ δὲ φεύγων κατὰ μείωσιν τινα καὶ ἄφεσιν τὰ πάθη λαμβάνει· καταφέρων πρὸς οἴκτον τοὺς δικαστάς, ἔλεεινῶ τε χρῆται τῷ σχήματι καὶ τῇ φωνῇ· οὐ γὰρ μιᾷ μόνῃ τῇ διὰ τῶν ὀτῶν αἰσθήσει, ἀλλ’ ἤδη καὶ τῇ θέᾳ τὰς τῶν δικαστῶν διανοίας ἐπισπώμενος, οὐ γὰρ οὕτως ἡμᾶς ἐκπλήττει τὰ λεγόμενα, ὅσον ἐπ’ αὐτῶν τῶν σχημάτων φαινόμεθα. ὡς Ὑπερίδης 1 γυμνὴν τὴν Φρύνην τὰ στήθη εἰσήγαγε καὶ οἱ δικασταὶ οἰκτειρήσαντες ἀπεψηφίσαντο. Ἰστέον δέ, ὅτι ἐν προσώποις ἀξίωμα ἔχουσιν, οἷον Πειριλέῃ προδοσίας κρινομένῳ οὐκ εἰσάγεται ἔλεον εἰσβολή, ἵνα τε μὴ καταφρονηθῇ