Ancient Greek
285.32
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 285.32
Unproofread scanNot analysed yet
καὶ ἵνα μὴ ἀληθὴς ἡ κατηγορία δόξῃ, ἀλλὰ ΜΑΞΙΜΟΥ ΤΟΥ ΠΛΑΝΟΥΛΟΥ κατὰ παραλεύσιν τὰ τοιούτω μεθοδεύσομεν, οἷον, εἰώθασί μὲν ταῦτα ποιεῖν ἄπαντες, παίδων ἀναμιμνήσκειν ὑμᾶς ὀρφανίαν, γυναικὸς χρείαν, ἐγὼ δὲ οὐκ ἂν εἰς ταῦτα καταφύγοιμ· αἰδεσθήσομαι γὰρ ἐμαυτόν· τοῦτο δὲ Πλάτων ποιεῖν ἐδίδασκεν ἐν τῇ ἀπολογίᾳ Σωκράτους· καὶ τοῦτο δὲ ἴστεον, ὅτι τὴν ἀνακεφαλαίωσιν διὰ τῶν ἐπικαίρων χρή ποιεῖν, τούτεστι τῶν ἰσχυρῶν ἡμῖν, ἀλλ’ οὐ πάντων ἀπλῶς τῶν προφθεγγέντων. Σχηματίσομεν δὲ τὴν ἀνακεφαλαίωσιν πῇ μὲν τῷ κατ’ ἐπαγγελίαν σχήματι, ὡς ὁ Δημοσθένης· συλλογίσασθαι δὴ βούλομαι τὰ κατηγορημένα, ποτὲ δὲ τῷ κατ’ ἐρώτησιν, ὡς ἐν τῷ περὶ τοῦ στεφάνου, „εἶτα με ἐρωτᾷς, ἀντὶ ποίας ἀρετῆς ἀξίω στεφανοῦσθαι; “ἢ τῷ κατὰ σύγκρισιν, ὡς ἐν τῷ περὶ παραπροσβείας, πρὸς γὰρ τὴν Ἐπικράτους καὶ Λέοντος πρεσβείαν ἀντεξετάζων τὴν Αἰσχίνου, καὶ ἀποδεικνὺς τὸν πρεσβευτὴν ἐκεῖνον ἐλάττονα τε ἡδικηκότα καὶ μεγίστην δόντα τιμωρίαν οὕτω τὴν Αἰσχίνου πρεσβείαν εὐκαίρως εἰσφέρει, καὶ ἀνακεφαλαιοῦνται πάντα ὅσα τὴν πόλιν ἡδίκησε· τὰ δὲ γε παιθητικὰ πανταχοῦ συμπλέκεσθαι δεῖ. Ἔτι καὶ τοῦτο ἴστεον, ὡς ἂν μὴ ἐκ πάντων τῶν ἐν τοῖς ἀγῶσι ῥηθέντων ἰσχύωμεν, ἀλλ’ ἑνὸς μόνου, τούτῳ συνεχῶς πλεονάσωμεν, ὡς ὁ Δημοσθένης ἐν μὲν τῷ κατὰ Ἀριστοκράτους, ἐπειδή τῷ νόμῳ ἔσχυεν, ἐξ αὐτοῦ μάλιστα τὴν ἀνακεφαλαίωσιν ἐποίησατο· ἐν δὲ τῷ περὶ τοῦ στεφάνου, τοῦ μὲν νομίμου ἐπίτηδες ἐξέλαθετο, σαφέστερον γὰρ ἦν αὐτῷ, τῷ δὲ δικαίῳ διὰ παντὸς τοῦ λόγου ἐχρήσατο, συνεχῶς ὑπομιμνῄσκων τοὺς δικαστάς, τοῦτο γὰρ ἐδόκει, μάλιστα γὰρ ἐπιστήμονες ἔοιγον τοῦτο τοῖς ἰσχυροτέροις ἐμμεῖναι· ἐν μὲν γὰρ τοῖς ἀγῶσι ἀνάγκη, κάκεινα, οἷς οὐ λίαν ἰσχυρίζομεθα, εἰς τὸν λόγον παραλαμβάνειν, ἵνα μὴ τι τούτων παροραθῇν, εἶτα εἰς διάνοιαν τῶν δικαζόντων ἀνελθὸν ὑποπτον τὸν