Ancient Greek
287.3
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 287.3
Unproofread scanNot analysed yet
δ) Κοινὰ δὲ ἀμφοῖν· ὁ μὲν γὰρ κατήγορος εἰς τὴν τοῦ ἑλέου ἐκβολὴν χρῆσεται τούτοις, τῷ μὲν νομίμῳ ὡς ἐν τῷ κατὰ Μειδίου, 4 „ὅταν δ’ οὕτος κλαύση τε καὶ τοὺς παῖδας παραγάγη, ἐμὲ νομίζετε τὸν νόμον ἔχοντα παρεστάναι τῷ βήματι,“ τῷ δὲ δικαίῳ, ὅταν μὴ ἄξιον εἶναι λέγῃ τὸν οὕτω πονηρὸν φιλανθρωπίας, τῷ δὲ συμφέροντι, ὅταν μὴ συμφέρουσαν τῇ πόλει τὴν τιμωρίαν τοῦ φεύγοντος ἀποδείξωμεν· τῷ δὲ ἐνδόξῳ, „καὶ τινα ἀγαθὴν δόξαν τῇ πόλει περιποιήσεται τιμωρηθεὶς,“ καὶ τὰ λοιπὰ ὡσαύτως, ὁ δὲ φεύγων καὶ αὐτὸς χρήσεται τούτοις, οἷον δίκαιον τοὺς ἀτυχοῦντας οἰκτίρειν, ὡς ὁ Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους· 5 „ὁ νόμος γὰρ „φησί“, φιλάνθρωπος ὢν, οὐκ ἐπέθετο τοῖς ἀτυχήμασι τῶν πολιτῶν, ἀλλὰ καθ’ ὅσον οἷόν τε, τὰς συμφορὰς αὐτοῖς ἐπικουρίζει. “καὶ τῷ δικαίῳ μὲν οὕτως, καὶ ὅτι δίκαιον τοῖς ἀμαρτήσασιν συγγινώσκειν· τῷ δὲ πρέποντι, ὅτι δεινόν, εἰ δόξαν ἀπανθρωπίας ἀπενεγκοίμεθα, βουλόμενοι ἐπὶ φιλανθρωπίας θαυμάζεσθαι, καὶ τοῖς ἄλλοις ὡσαύτως.