Ancient Greek
287.4
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 287.4
Unproofread scanNot analysed yet
ε) Ὅλως τε οἱ ἐπίλογοι· περὶ διαιρέσεως τῶν κεφαλαίων εἰπεῖν προύθετο, ἄπερ εἰσὶν οἱ ἀγῶνες· ἐπεὶ δὲ καὶ περὶ ἐπιλόγων εἰπεῖν τούτῳ ἐδέησεν, εἶδε δὲ καὶ τὰ προοίμια ἐκ τῶν αὐτῶν τοῖς ἐπιλογοῖς ὁρωμένα, καὶ περὶ αὐτῶν μετρίως διαλαμβάνει. Λαμβάνεται δὲ ταῦτα τριχῶς ἢ ἐκ διαβολῆς τοῦ ἐναντίου, ἢ ἐκ συστάσεως τοῦ οἰκείου προσώπου, ἢ ἐκ προσοχῆς τοῦ δικαστοῦ, ὅταν τὸ πρᾶγμα αὐξαντες προσεχέστερον ποιῶμεν αὐτόν.