Ancient Greek
288.3
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 288.3
Unproofread scanNot analysed yet
ζ) Διαφέρει δὲ ἀλλήλων· τὴν κοινωνίαν εἰπόν καὶ τὰς διαφορὰς λέγει· διενήνοχασί δὲ πρῶτον μὲν τῇ τάξει, εἶτα οἷς ὁ Ἑρμογένης φησίν· ἐν μὲν γὰρ τοῖς προοιμίοις στρογγύλη καὶ συννεστραμμένη χρῶμεθα τῇ φράσει· εὐθὺς γὰρ ὁ ἀκροατὴς παρελθὼν εἰς τὸ δικαστήριον παρεσκευάσται προθύμως καὶ ἀκριβῶς ἀκροᾶσθαι· ἐν δὲ τοῖς ἐπιλογοῖς ὑφεῖμένη καὶ πρὸς τὸ λελυμένον ὁρώση μᾶλλον· καὶ κομματικωτέροις κώλοις, ἤδη γὰρ κεχμηκὸς τοῦ ἀκροατοῦ ἐκ τῶν ἀγώνων δεῖ τοῦτον ἀναπαῦειν τῇ λελυμένῃ φράσει.