Ancient Greek
288.1
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 288.1
Unproofread scanNot analysed yet
ΜΑΞΙΜΟΥ ΤΟΥ ΠΛΑΝΟΥΔΟΥ ε) Λαμβάνονται μέν· οὐ τοῦτό φησιν, ὅτι ἐὰν τὸ προοίμιον τοῦ αὐτοῦ λόγου ἀπὸ διαβολῆς τοῦ ἐναντίου γένηται, ἀνάγκη καὶ τὸν ἐπίλογον ἐκ ταύτης γίνεσθαι· ἀλλ’ ὅτι καὶ τὰ προοίμια καὶ οἱ ἐπίλογοι ἐκ τῶν αὐτῶν γίνονται, πίπτουσι δὲ ὡς ἂν τύχωσιν, ὡς τοῦ αὐτοῦ λόγου πολλάκις τὸ μὲν προοίμιον ἐκ διαβολῆς εἶναι τοῦ ἐναντίου, τὸν δὲ ἐπίλογον ἐκ συστάσεως τοῦ οἰκείου, ἢ ἀντιστρόφως, ἢ καὶ ἀμφότερα ἐξ ἀμφοτέρων.