Ancient Greek
292.3
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 292.3
Unproofread scanNot analysed yet
α) Ἔστι παρὰ ταῦτα· ζητητέον, τί διαφέρουσι νοῖ ΣΧΟΛΙΑ ΕΙΣ ΣΤΑΣΕΙΣ συνεξευγμένοι τῶν διπλῶν, εἴπερ καὶ ἐν τοῖς συνεξευγμένοις καὶ ἐν τοῖς διπλοῖς διπλὴ γίνεται ἡ ζήτησις· φασὲν οὖν, ὅτι τὸν μὲν διπλοῦν ἐνδοτι διαλῦσαι εἰς δύο ἀπλοὺς καὶ ποιῆσαι δύο ζητήματα, δυνάμεθα γὰρ ἰδία καὶ τὸν Δημοσθένην ὡς προδότην κρῖναι, ἐπειδή χρυσίον κατώρυπτε, καὶ αὖ πάλιν τὸν Αἰσχίνη, ἐπειδὴ λόγον περὶ παραπροσβείας εὑρίσκεται γεγραμμένος· τὸν μέντοι συνεξευγμένον διαλύοντες, οἷον τὸν συγκατασκευαζόμενον, οὐ ποιοῦμεν ἀλλὰ ἐξ αὐτοῦ προβλήματα, ἀλλὰ τὴν ὑπόθεσιν ἀπασαν διαφθείρομεν.