Ancient Greek
293.3
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 293.3
Unproofread scanNot analysed yet
β) Καὶ ὁ μὲν ἐμπίπτων· ἐμπίπτοντος παράδειγμα ἐστι καὶ τοῦτο. πλούσιος καὶ πένης ἦσαν ἐχθροὶ τὰ πολιτικά, εὑρέθη ὁ πένης ἡμιθνὴς, καὶ σαφὲς μὲν περὶ τοῦ πεφονευκότος οὐδὲν ἔσχεν εἰπεῖν, μόνον δὲ τοῦτο, ὅτι σημεία πυρὸς ἐπὶ τῆς ὤψεως φέρει· συνέβη τῆς αὐτῆς νυκτὸς ἐμπρησθῆναι τὴν τοῦ πλουσίου οἰκίαν, εἶτα φανέντων ἐπὶ τῆς ὤψεως αὐτοῦ σημείων πυρὸς κρίνεται φόνου· ἐνθα μετὰ τὴν μετάθεσιν τῆς αἰτίας, ὅτι νῦν μοι τῆς οἰκίας ἐμπρησθείσης τοῦτὶ προσεγένετο, εὕθὺς ἕτερον ἐμπίπτει ζήτημα, πότερον τὰ σημεία τοῦ πυρὸς ἐκ τῆς διαδὸς ἢ τοῦ ἐμπρησμοῦ γέγονεν αὐτῷ· φαίη γὰρ ἂν ὁ κατήγορος, ἔχοντα αὐτὸν τὴν οἰκίαν ἐμπεπρημένην, ταύτην ἑαυτῷ τῶν ἐλέγχων ἀποφυγὴν μνηστευόμενον· εἶτα κατὰ τὴν τοῦ τεχνικοῦ διδασκαλίαν αὐτὸ κατασκευάσομεν. Ἰδιον δὲ τοῦ ἐμπίπτοντος τὸ ἀνεῦθυννον καθιστάναι τὸ ἐμπίπτον ζήτημα, ἐν δὲ τοῖς ἄλλοις τῶν συνεξευγμένων ἑκάτερον τῶν ζητημάτων ὑπεύθυνόν ἐστιν, ἐν γὰρ τῷ ἐμπίπτοντι ἀνεὔθυνόν ἐστι καθ’ αὐτὸ ἢ τε τοῦ μοιχοῦ ἀναίρεσις, καὶ ὁ τῆς οἰκίας ἐμπρησμός.