Ancient Greek
294.3
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 294.3
Unproofread scanNot analysed yet
20 ε) Ὦς ὤν, ἢ οὐχ ὤν· ὤν μὲν, ὡς ἀπὸ τοῦ κατηγόρου, οὐχ ὤν δὲ, ὡς ἀπὸ τοῦ φεύγοντος· καλῶς δὲ καὶ τὸ „ὡς προδιδόντα. “εἰ γὰρ δοίημεν, ὅτι προδόται, μονομερὲς ἔσται, ἐμβάλλει δὲ ἑαυτὸν ὁ φεύγων πρότερον 25 εἰς τὴν ὑπὲρ ἑτέρων ἀπολογίαν πάντως, εἰ γὰρ ἐκείνην ψευδῆ ἀποδείξει, καὶ τὸ καθ’ ἑαυτοῦ πάντως διαλύεται ἐγκλημα· ἐπεὶ γὰρ ὁ κατήγορος ἀμφότερα τὰ ἐγκλήματα ἀποδείξαι σπουδάζει, καὶ πρότερον ὅτι προδόται οἱ παῖδες, εἴθ’ ὅτι καὶ ὁ πατὴρ σύνοιδεν, εἰ γὰρ μὴ ἐκεῖνο ἐλέγξει, οὐδὲ τοῦτο συνίσταται, εἰκότως καὶ ὁ φεύ- 30 γων τῷ προτέρῳ πρότερον μάχεται· μὴ δυνηθεὶς δὲ ἐκεῖνο ψευδὲς ἀποδείξαι, τὴν ὑπὲρ αὐτοῦ λοιπὸν ποιεῖται ἀπολογίαν. Ἱστέον δὲ, ὡς εἰ τὸ πρότερον ψευδὲς ἀποδείξας νικήσει, οὐδὲν ὑπὲρ ἑαυτοῦ πάντως εἰπεῖν αὐτῷ