Ancient Greek
295.1
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 295.1
Unproofread scanNot analysed yet
ΣΧΟΛΙΑ ΕΙΣ ΣΤΑΣΕΙΣ · δεῖσε, καὶ τῇνικαῦτα οὐκ ἔσται προκατασκευαζόμενος ἀλλ’ ἀπλοῦς: α) “Ὅταν τὰ σημεῖα” πληθυντικῶς εἶπε σημεῖα, ἐπειδὴ πολλάκις ἀντιστρέφεται τὸ ἔγκλημα τῷ σημείῳ, καὶ πῇ μὲν τὸ ἔγκλημα τῷ σημείῳ φέρεται προκατα- 5 σκευὴν, πῇ δὲ τὸ σημείον τοῦ ἐγκλήματος, οἷον πλούσιος καὶ πένης ἐχθροὶ τὰ πολιτικά· ὡμοσεν ἐν συμποσίῳ τυραννήσειν ὁ πλούσιος, ἀντώμοσεν ὁ πένης τυραννοκτονήσειν· εὑρέθη μετὰ ταῦτα ὁ πένης νεκρὸς ἀσχύλευτος, καὶ κρίνεται ὁ πλούσιος τυραννίδος ἐπιθέσεως· 10 ἐνταῦθα τὸ μὲν ἔγκλημα, ὅτι τυραννήσει, τὸ δὲ τούτου σημεῖον, ὅτι τὸν πέντην διεχόρησατο, καὶ ἀντιστρέφεται ταῦτα κατ’ ἀλλήλων· οἷον τυραννήσω, τῷ δήλῳν; ἐφόνευσας γὰρ τὸν τυραννοκτονήσειν μέλλοντα, καὶ αὐθίς, ἐφόνευσας τὸν πέντην· τῷ δήλῳν; τυραννήσεις· γίνεται 15 δὲ διάλληλος ἡ δεῖξις. Ἔπει δὲ φασί τινες, ὅτι οὐδέποτε δήλῳν δήλῳ κατασκευάζεται, οὐδὲ ἀδήλῳ ἀδήλῳν, ἀλλὰ δήλῳ τὸ ἀδήλῳν, κἀνταῦθα εἰ μὲν καὶ ἀμφότερα δήλα, τὸ τε τῆς μοιχείας καὶ τοῦ φόνου, πῶς δι’ ἀλλήλων κατασκευάζεται; εἰ δὲ πάλιν καὶ ἄμφω ἀδήλα,· γε- 20 λοῖον τὸ τῆς ἀποδείξεως· πῶς γὰρ ὑποστήσεται τὸ ξήτημα δήλου τοῦ σημείου ὀφείλοντος εἶναι, ὡς ὁ τοῦ στοχασμοῦ φησιν ὕρος· καὶ ἐπὶ ἀνευθύνῳ· ἐνταῦθα γὰρ τοῦ ὑπευθύνου καὶ ὁ φόνος καὶ ἡ μοιχεία. Εὑρίσκεται μὲν τοι κἀνταῦθα φανερὰ σημεῖα ἡ ὑπόνοια τοῦ ἀν- 25 δρὸς ἐπὶ τῇ μοιχείᾳ, τὸ λυθῆναι παρὰ τῆς γυναικὸς τὸν οἰκέτην· τὸ ἐν ἐκείνῳ τῷ καιρῷ τεθνάναι τὸν δεσπότην· ὥσπερ γὰρ ἐν τῇ παρὰ τοῖς φιλοσόφοις διαλλήλῳ δεῖξει ἀσαφὲς οὖση, ἂν τι προστεθῇ σαφές, διαλύεται ἡ ἄγνοια, οἷον εἴ τις ἀγνοοῦντι μὲν, ἐνθά Δίων ἢ Θέων κατοικεῖ, 30 ἐπισταμένῳ δέ, ὅπου Πλάτων, λέγει, Δῖωνα οἰκεῖν ἐνθά Θέων, καὶ Θέωνα ἐνθά Δίων, εἰ μὲν μέχρι τούτου μόνου σταίη, διάλληλός ἐστιν ἡ δεῖξις· εἰ δὲ προσθεῖη τὸ