Ancient Greek
297.1
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 297.1
Unproofread scanNot analysed yet
ΣΧΟΛΙΑ ΕΙΣ ΣΤΑΣΕΙΣ σώμασιν οὐδὲ χρήμασιν αὐτῇ συνελαμβανόντο. Καὶ τοῦτο πόθεν; ἐπειδὴ πρὸς ἀλλήλους ἐστασίαζον· τί δὲ τὸ τῆς στάσεως αἴτιον; ταράττων ὁ Φίλιππος· πόθεν δὴ ἡ ταραχή; ἐκ τοῦ Φωϊκοῦ πολέμου· τοῦτο δὲ οὕτως εἰ ἐποίησεν, εὐθὺς ἂν προσέκρουσε τοῖς δικασταῖς· νυνὶ δὲ ἀπὸ τοῦ ὁμολογουμένου Φωϊκοῦ πολέμου ἀρξάμενος προῆλθε κατὰ μέρος καὶ ἐπ’ αὐτὴν μετάστασιν, ὅτι ἡ πόλις αἰτία τῆς εἰρήνης· φησὶ γοῦν, τοῦ γὰρ Φωϊκοῦ καταστάντος πολέμου καὶ ἐξῆς.