Ancient Greek
297.3
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 297.3
Unproofread scanNot analysed yet
β) Τὸ τε γὰρ ὑπὸ τοῦ οἰκέτου· οὐ καλῶς ἐγρηκεν ἐνταῦθα δι’ ἀλλήλων εὐθὺς δείκνυσθαι τὰ ἄφανη, τὸν τε φόνον καὶ τὴν μοιχείαν· ἄλογος γὰρ ἡ τοιαύτη δεῖξις· ἀλλ’ ἐπὶ δεῖ ἐν παντὶ στοχασμῷ ἀπὸ τινος φανεροῦ σημείου τὸν τοῦ ἀφανοῦς καὶ κρυπτομένου ἔλεγχον γίνεσθαι, φανερὰ δὲ σημεῖά ἐστιν ἐνταῦθα, ἡ τε ὑποψία τῆς μοιχίας, ἀλλ’ οὐχ ἡ μοιχεία, καὶ τὸ λελύσθαι τὸν οἰκέτην, διὰ μὲν τούτων κατασκευάζεται τὸ τὸν δεσπότην ὑπ’ ἐκείνου ἀνηρηθῆναι, διὰ δὲ τοῦ ἀνηρηθῆναι οὐκέτι ἡ ὑποψία τῆς μοιχίας· τίς γὰρ χρεία τῆς τοῦ φανεροῦ κατασκευῆς, ἀλλ’ ἡ μοιχεία αὐτή, ὥστε οὐκ ἔστι κυρίως ἡ δεῖξις διάλληλος, ἀλλὰ τεσσάρων ὄντων τούτων, δύο μὲν φανερῶν, τῆς ὑποψίας καὶ τοῦ λελύσθαι, δύο δὲ ἀφανῶν, τοῦ φόνου καὶ τῆς μοιχίας, διὰ μὲν τῶν φανερῶν θάτερον τῶν ἀφανῶν κατασκευάζεται, δι’ ὧ ἐκείνου, ὡς ἤδη φανεροῦ γεγενοῦτος, τὸ λοιπὸν ἄφανές· τὸ γὰρ ἄφανές οὐχ ὡς ἄφανές μεῖναι κατασκευάζεται, ἀλλ’ ὡς φανερὸν γενέσθαι. Διαφορὰ δὲ προκατασκευαζομένου καὶ συγκατασκευαζομένου, ὅτι ἐν ἐκείνῳ μὲν κεχωρίσται ἀλλήλων τὰ ζητήματα, καὶ ἕκαστα ἴδια κατασκευάζεται, ἐνταῦθα δὲ, εἰ καὶ ὅτι μάλιστα καὶ τοῦτο δυνατόν, ἀλλ’ οὖν συμπέπλεκται καὶ δι’ ἀλλήλων κατασκευάζεται.