Ancient Greek
298.3
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 298.3
Unproofread scanNot analysed yet
δ) Τάχα δ’ ἂν· δείκνυσι διὰ τούτου, ὅτι καὶ περὶ τῶν ἄλλων εἰδῶν οὐ προηγουμένως διέλαβεν, ἀλλὰ διὰ τὴν τῶν κεφαλαίων διαίρεσιν, διάφορον ἐν αὐτοῖς εὑρισκομένην. Εὑρίσκεται μέντοι καὶ ἕτερον εἶδος στοχασμοῦ, 30 τὸ κατ’ ἀξίωσιν· πᾶς γὰρ στοχασμός, μᾶλλον δὲ ἅπας ἄγων δικανικὸς ἢ κατὰ φυγὴν καὶ δίωξιν γίνεται, ὡς πάντα τὰ προκείμενα εἴδη, ἢ κατὰ αἴτησιν καὶ ἀξίωσιν· τούτου δὲ εἴδη δύο, τὸ τε παράδοξον καὶ τὸ κατὰ ἄμ-