Ancient Greek
299.1
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 299.1
Unproofread scanNot analysed yet
ΣΧΟΛΙΑ ΕΙΣ ΣΤΑΣΕΙΣ φισβήτησιν· παράδοξον μὲν, οἷον μάγος ἐπηγγέλατο τύραννον ἀναιρήσεν τετάρων ἐντὸς ἡμερῶν· μεταξὺ κεραίνω βληθεὶς ὁ τύραννος ἐτελεύτησε, καὶ ἀξιοῦ λαβεῖν ὁ μάγος τὴν δωρεάν. Καθὸ μὲν γὰρ οὐσιωδῶς ζητοῦμεν, πρᾶγμα ἄδηλον ἀπὸ τινος φανεροῦ σημείου στοχασμός ἐστι, καθὸ δὴ ἡ τάξις ἀντέστραπται, παράδοξος, ἐν παντὶ γὰρ στοχασμῷ τοῦ διώχοντος τὴν κατάθεσιν ἔχοντος καὶ πρώτου λέγοντος, τοῦ δὲ φεύγοντος τὴν ἄρνησιν, ἐνταῦθα τοῦναντίον γίνεται· ὁ μὲν γὰρ διώχων ἐξεῖ, ὡς οὐκ ἐφόνευσας, ὁ δὲ φεύγων τοῦ πεφονευθῆναι ἀνθέζεται, καὶ ἠγήσεται ἡ ἄρνησις τῆς καταφάσεως. Τὸ δὲ κατὰ ἀμφισβήτησιν, οἷον· τύραννος τὸν ἑαυτοῦ ἰατρὸν ὑποπτεύσας ἐπὶ δήλητηρίῳ τὸν τῆς πόλεως μετεπίμματο, ἀνελθόντος ἐκείνου ὁ τύραννος ἐτελεύτησεν, ἀμφισβητοῦσι περὶ τῆς δωρεᾶς.