Ancient Greek
299.3
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 299.3
Unproofread scanNot analysed yet
Περὶ ὅρου. α) Ὁ ὅρος. Ὅρος καλεῖται πενταχῶς· τὸ τέλος, οἷον ὅρος τοῦ σώματος ἢ ἐπιφάνεια· τὸ χωρίζον ἀπ’ ἀλλήλων τὰ χωρία, ὡς ὅταν λέγωμεν τινας περὶ γῆς ὅρων μάχεσθαι. Ὅρος ὁ τὴν ἑκάστου οὐσίαν περιλαμβάνων λόγος, οἷον ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητόν, ὅρος καὶ εἰς ἃ διαλύεται ἢ πρότασις, ὅρος καὶ ἢ παρὰ τοῖς ῥήτορσι στάσις, περὶ ἧς νῦν διέξομεν. Διαφορά δὲ τοῦ τε ῥητορικοῦ ὅρου καὶ τοῦ παρὰ τοῖς φιλοσόφοις, τοῦ τὴν τοῦ πράγματος οὐσίαν περιλαμβάνοντος, ὅτι ὁ μὲν περὶ ὀνομάτων καταγίνεται, τὸ πρᾶγμα ὁμολογούμενον ἔχων, ὁ δὲ παρὰ τοῖς φιλοσόφοις οὐχ οὕτως, οὐ γὰρ ἐπειδὰν τὸν ἄνθρωπον ὁρίζῃται, τὴν φωνὴν αὐτὴν ὁρίζεται, ἀλλὰ τὸ δηλούμενον ὑπ’ αὐτῆς εἶδος· δεύτερον τὸ τὴν ἀρετὴν τοῦ διαλεκτικοῦ ἐν μοίρᾳ κακίας ἔχειν τὸν ῥητορικόν· τοῦ γὰρ διαλεκτικοῦ ἀρετὴ τὸ μήτε πλεονάζειν μήτε ἐλλείπειν, ὅπερ εἰ συμβαίη τῷ ῥητορικῷ, τῶν