Ancient Greek
307.1
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 307.1
Unproofread scanNot analysed yet
ΣΧΟΛΙΑ ΕΙΣ ΣΤΑΣΕΙΣ πῇ μὲν, αὐτὸ ἐφ’ ἑαυτοῦ τὸ πεπραγμένον αὐξανόντων ἡμῶν, πῇ δὲ, τῇ πρὸς τὸ παραλειμμένον συγχρίσει· οὐκοῦν ἡ μὲν πηλικότης τὴν ἀπλὴν τοῦ πεπραγμένου αὐξησιν ἔχει, τὸ δὲ πρὸς τι κατὰ σύγκρισιν· αὐξεῖ οὖν ἡ πηλικότης τὸ γεγονός, δεινούτος τοῦ κατηγοροῦ καὶ μέγα ποιούντος τὸ ἔγκλημα ἢ τὸ εὐεργέτημα, ἐκ δὲ τῶν ἐναντίων, τοῦ φεύγοντος μειοῦντος· ἐξ ὧν δὲ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους αὐξήσομεν, ἐκ τῶν αὐτῶν καὶ τὴν πηλικότητα ἐργασόμεθα· ἐστὶ δὲ ταῦτα τὰ περιστατικά. Προτίτακται δὲ ἡ πηλικότης τοῦ πρὸς τι, ἐπειδή πρότερον δεῖ τὴν ἑκάστου φύσιν καταμαθεῖν, καὶ οὕτω τὴν πρὸς ἕτερον ποιείσθαι παράθεσιν· οὐ γὰρ τὴν φύσιν οὐκ ἐπιστάμεθα, πῶς ἂν τοῦτο πρὸς ἕτερον παραβάλoi- μεν; οὐ μόνον δὲ ἐκ τῶν περιστατικῶν αὐξεῖται ἡ πηλικότης, ἀλλὰ καὶ κατὰ τὸ ποσὸν καὶ ποιόν, ὅτι πολλὰ ἐντεῦθεν ἡ πόλις ωφελῆται ἢ βέβλαπται, ἢ ὅτι τὸ δημόσιον τὸ πραχθέν, καὶ κοινῇ τὴν πόλιν ωφελοῦν ἢ βλάπτον, ἢ ἰδιωτικὸν τε καὶ ἀφ’ ἑνὸς ἀνθρώπου ἱστάμενον.